Brani Classici - Alceo - Frammento Mirsilo è morto

νῦν χρῆ μεθύσθην καί τινα πὲρ βίαν πώνην, ἐπεὶ δὴ κάτθανε Μύρσιλος.
…continua

Brani Classici - Alceo - Frammento Simposio invernale

ὔει μὲν ὀ Ζεῦς, ἐκ δ' ὀράνω μέγας χείμων, πεπάγαισιν δ' ὐδάτων ρόαι ... [ ἔνθεν ] [ ] κάββαλλε τὸν χείμων', ἐπὶ μὲν τίθεις πῦρ ἐν δὲ κέρναις οἶνον ἀφειδέως μέλιχρον, αὐτὰρ ἀμφὶ κόρσαι μόλθακον ἀμφι[ ] γνόφαλλον
…continua

Brani Classici - Demostene - Versione Bisogna essere moderati e previdenti del futuro

Χρη γ'ανθρωπους οντας τοιαυτα και λεγειν και νομοθετειν οις μηδεις αν νεμεσησαι, και τἀγατα μεν προσδοκᾶν και τοῖς θεοῖς εὔχεσθαι διδοναι, παντα δ'ανθρωπιν' ηγεῖσθαι. Ουδὲ γαρ ἂν Λακεδαιμονιοι ποτ' ἤλπισαν εις τοιαυτα πραγματ'ἀφιξεσθαι, οὐδε γ'ἴσως Συρακοσιοι τὸ παλαι δημοκρατούμενοι και φορους Καρχηδονιους πραττομενοι και èαντων τῶν περι αυτους ἄρχοντες και ναυμαχιᾳ νενικηκοντες ημᾶς, ὐφ'ενος γραμματεως, ὃς υπερετης ἦν σφισιν, τυραννησθαι. Ουδέ γ'ὁ νῦν ὢν Διονυσιος ἤλπισεν ἄν ποτ' ἴσως πλοιῳ στρογγυλῳ και στρατωταις ολιγοις Διων' ἐλθοντ'ἐφ' αὐτὸν ἐκβαλεῖν τον τριηρεις πολλας και ξένους και πόλεις κεκτημένον. Ἀλλ', οἷμαι, τὸ μελλον ἄδηλον πᾶσιν ἀνθρωποις, και μικροι καιροι μεγαλων πραγματων αἴτιπι γιγνονται. Διὸ δεῖ μετριαζειν ἐν ταῖς εὐπραξιαις και προορωμενους τὸ μελλον φαινεσθαι.
…continua

Brani Classici - Dione Cassio - Versione La vita quotidiana di Vespasiano

Οὐεσπασιανὸς ὀλιγάχις μὲν ἐν τῷ Παλατίῳ ᾤκει, τὸ δὲ πλεῖστον ἐν τοῖς κήποις τοῖς καλουμένοις Σαλουστιείοις διέτριβε, καὶ ἐνταῦθα τὸν βουλόμενον οὐ μόνον τῶν βουλευτῶν ἀλλὰ καὶ τῶν ἄλλων ἐσεδέχετο, καὶ τοῖς φίλοις ἐν τῇ εὐνῇ κείμενος συνεγίνετο, καὶ ἕτεροι ἐν ταῖς ὁδοῖς αὐτὸν ἠσπάζοντο. Ἅι τε θύραι τῶν βασιλείων ἠνεῳγμέναι πᾶσαν τὴν ἡμέραν ἦσαν καὶ φρουρὸς οὐδεὶς ἐν αὐταῖς ἦν. Ἐς τε τὸ συνέδριον πολλάκις ἐφοίτα καὶ περὶ πάντων τοῖς βουλευταῖς ἐπεκοίνου καὶ ἐν τῇ ἀγορᾷ πολλάκις ἐδίκαζεν. Καὶ. ὅσα μὴ ἐδύνατο αὐτὸς ὑπὸ τοῦ γήρως ἀναλέγεσθαι, ἢ καὶ ὅσα ἀπὼν ἐπέστελλε τῇ βουλῇ, διὰ τῶν υἱῶν ὡς τὸ πολὺ ἐκέλευεν. ἀναγιγνώσκεσθαι, τιμῶν καὶ ἐν τούτῳ αὐτήν. Συσσίτους τε ἐκ τῶν βουλευτῶν καὶ ἐκ τῶν ἄλλων καθ᾽ ἑκάστην ἡμέραν συχνοὺς ἐποιεῖτο καὶ πολλάκις καὶ αὐτὸς παρὰ τοῖς φίλοις ἐδείπνει.
…continua

Brani Classici - Dione Crisostomo - Versione La falsità delle accuse rivolte a Socrate

Σωκράτης ἐν τῇ τυραννίδι τῶν τριάκοντα πολλάκις ἀνθίστατο αὐτοῖς καὶ ἄντικρυς ἐλοιδορεῖτο καὶ πάντα ἔπραττεν ὑπὲρ τοῦ δήμου, λέγων τοὺς τυράννους ὁμοίους εἶναι πονηροῖς βουκόλοις, οἳ παραλαμβάνουσι μὲν ἰσχυρὰς τὰς βοῦς καὶ πολλάς, ὀλίγας δὲ καὶ ἀσθενεστέρας ποιοῦσιν. Ἀλλ᾽ ὅμως ὑπὸ τοῦ δήμου ἀπέθανεν. Ἦν δ᾽ ὁ κατήγορος Μέλητος, βδελυρὸς ἄνθρωπος καὶ συκοφάντης. «Ἀδικεῖ -ἔφη- Σωκράτης τοὺς νεοὺς διαφθείρων καὶ μὴ τιμῶν τοὺς θεοὺς οὓς ἡ πόλις τιμᾷ, ἕτερα δὲ εἰσάγων καινὰ δαιμόνια», σχεδὸν τἀναντία οἷς ἐποίει Σωκράτης. Ἐτίμα τε γὰρ τοὺςθεοὺς ὡς οὐδεὶς ἄλλος, καὶ οὐ μόνον τοὺς νεοὺς ἐκώλυε διαφθείρεσθαι ἀλλὰ καὶ τοὺς πρεσβυτέρους. Διὰ ταῦτα αὐτὸν ἐμίσουν καὶ ἔφασαν διαφθείρειν τοὺς νεούς.
…continua

Brani Classici - Erodoto - Versione Tello uomo più felice del mondo

᾿Απικόμενος δὲ ἐξεινίζετο ἐν τοῖσι βασιληίοισι ὑπὸ τοῦ Κροίσου• μετὰ δέ, ἡμέρῃ τρίτῃ ἢ τετάρτῃ, κελεύσαντος Κροίσου τὸν Σόλωνα θεράποντες περιῆγον κατὰ τοὺς θησαυροὺς καὶ ἐπεδείκνυσαν πάντα ἐόντα μεγάλα τε καὶ ὄλβια. Θεησάμενον δέ μιν τὰ πάντα καὶ σκεψάμενον, ὥς οἱ κατὰ καιρὸν ἦν, εἴρετο ὁ Κροῖσος τάδε• «Ξεῖνε ᾿Αθηναῖε, παρ' ἡμέας γὰρ περὶ σέο λόγος ἀπῖκται πολλὸς καὶ σοφίης [εἵνεκεν] τῆς σῆς καὶ πλάνης, ὡς φιλοσοφέων γῆν πολλὴν θεωρίης εἵνεκεν ἐπελήλυθας• νῦν ὦν ἐπειρέσθαι σε ἵμερος ἐπῆλθέ μοι εἴ τινα ἤδη πάντων εἶδες ὀλβιώτατον.» ῾Ο μὲν ἐλπίζων εἶναι ἀνθρώπων ὀλβιώτατος ταῦτα ἐπειρώτα, Σόλων δὲ οὐδὲν ὑποθωπεύσας, ἀλλὰ τῷ ἐόντι χρησάμενος, λέγει• «῏Ω βασιλεῦ, Τέλλον ᾿Αθηναῖον.» ᾿Αποθωμάσας δὲ Κροῖσος τὸ λεχθὲν εἴρετο ἐπιστρεφέως• «Κοίῃ δὴ κρίνεις Τέλλον εἶναι ὀλβιώτατον;» ῾Ο δὲ εἶπε• «Τέλλῳ τοῦτο μὲν τῆς πόλιος εὖ ἡκούσης παῖδες ἦσαν καλοί τε κἀγαθοί, καί σφι εἶδε ἅπασι τέκνα ἐκγενόμενα καὶ πάντα παραμείναντα, τοῦτο δὲ τοῦ βίου εὖ ἥκοντι, ὡς τὰ παρ' ἡμῖν, τελευτὴ τοῦ βίου λαμπροτάτη ἐπεγένετο• γενομένης γὰρ ᾿Αθηναίοισι μάχης πρὸς τοὺς ἀστυγείτονας ἐν ᾿Ελευσῖνι βοηθήσας καὶ τροπὴν ποιήσας τῶν πολεμίων ἀπέθανε κάλλιστα, καί μιν ᾿Αθηναῖοι δημοσίῃ τε ἔθαψαν αὐτοῦ τῇ περ ἔπεσε καὶ ἐτίμησαν μεγάλως.»
…continua

Brani Classici - Esopo - Favola Uomo e pernice

Πέρδικά τις θηρεύσας ἤμελλε σφάξαι. Ἡ δὲ ἱκέτευε λέγουσα· «Ἔασόν με ζῆν καὶ ἀντ᾿ ἐμοῦ πολλὰς πέρδικας ἐγώ σοι κυνηγήσω.» Ὁ δὲ εἶπεν· «Δι᾿ αὐτὸ τοῦτο μᾶλλόν σε θύσω, ὅτι τοὺς συνήθεις καὶ φίλους σοι ἐνεδρεῦσαι θέλεις.» Ὅτι ὁ κατὰ φίλων αὐτοῦ δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται.
…continua

Brani Classici - Euripide - Versi Medea parla alle donne di Corinto

Μήδεια Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων μή μοί τι μέμψησθ': οἶδα γὰρ πολλοὺς βροτῶν σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο, τοὺς δ' ἐν θυραίοις: οἱ δ' ἀφ' ἡσύχου ποδὸς δύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν. δίκη γὰρ οὐκ ἔνεστ' ἐν ὀφθαλμοῖς βροτῶν, ὄστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος. χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει: οὐδ' ἀστὸν ᾔνεσ' ὄστις αὐθάδης γεγὼς πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο. ἐμοὶ δ' ἄελπτον πρᾶγμα προσπεσὸν τόδε ψυχὴν διέφθαρκ': οἴχομαι δὲ καὶ βίου χάριν μεθεῖσα κατθανεῖν χρῄζω, φίλαι. ἐν ᾧ γὰρ ἦν μοι πάντα, γιγνώσκω καλῶς, κάκιστος ἀνδρῶν ἐκβέβηχ' οὑμὸς πόσις. πάντων δ' ὄσ' ἔστ' ἔμψυχα καὶ γνώμην ἔχει γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν: ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇ πόσιν πρίασθαι, δεσπότην τε σώματος [λαβεῖν: κακοῦ γὰρ τοῦτ' ἔτ' ἄλγιον κακόν]. κἀν τῷδ' ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν ἢ χρηστόν: οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ γυναιξὶν οὐδ' οἷόν τ' ἀνήνασθαι πόσιν. ἐς καινὰ δ' ἤθη καὶ νόμους ἀφιγμένην δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν, ὄπως ἄριστα χρήσεται ξυνευνέτῃ.
…continua

Brani Classici - Euripide - Versi La nutrice di Medea

Εἴθ' ὤφελ' Ἀργοῦς μὴ διαπτάσθαι σκάφος Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας, μηδ' ἐν νάπαισι Πηλίου πεσεῖν ποτε τμηθεῖσα πεύκη, μηδ' ἐρετμῶσαι χέρας ἀνδρῶν ἀριστέων οἳ τὸ πάγχρυσον δέρος Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν' ἐμὴ Μήδεια πύργους γῆς ἔπλευσ' Ἰωλκίας ἔρωτι θυμὸν ἐκπλαγεῖσ' Ἰάσονος: οὐδ' ἂν κτανεῖν πείσασα Πελιάδας κόρας πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν φίλων τε τῶν πρὶν ἀμπλακοῦσα καὶ πάτρας. καὶ πρὶν μὲν εἶχε κἀνθάδ' οὐ μεμπτὸν βίον ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν φυγὰς πολίταις ὧν ἀφίκετο χθόνα αὐτῷ τε πάντα ξυμφέρουσ' Ἰάσονι: ἥπερ μεγίστη γίγνεται σωτηρία, ὄταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ. νῦν δ' ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα. προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ' ἐμὴν γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται, γήμας Κρέοντος παῖδ', ὃς αἰσυμνᾷ χθονός. Μήδεια δ' ἡ δύστηνος ἠτιμασμένη βοᾷ μὲν ὄρκους, ἀνακαλεῖ δὲ δεξιᾶς πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεται οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ. κεῖται δ' ἄσιτος, σῶμ' ὑφεῖσ' ἀλγηδόσιν, τὸν πάντα συντήκουσα δακρύοις χρόνον ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ' ἠδικημένη, οὔτ' ὄ;μμ' ἐπαίρουσ' οὔτ' ἀπαλλάσσουσα γῆς πρόσωπον: ὡς δὲ πέτρος ἢ θαλάσσιος κλύδων ἀκούει νουθετουμένη φίλων, ἢν μή ποτε στρέψασα πάλλευκον δέρην αὐτὴ πρὸς αὑτὴν πατέρ' ἀποιμώξῃ φίλον καὶ γαῖαν οἴκους θ', οὓς προδοῦσ' ἀφίκετο μετ' ἀνδρὸς ὄς σφε νῦν ἀτιμάσας ἔχει. ἔγνωκε δ' ἡ τάλαινα συμφορᾶς ὕπο οἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός.
…continua

Brani Classici - Isocrate - Versione Come Evagora, sfuggito ad una congiura, preparò in esilio il suo ritorno in patria

Ἐξ ὧν δ' οἷόν τ' ἦν ὁσιως και δικαιως λαβεῖν ἀρχην, Εὐαγορᾳ διεφυλαξεν. Εἷς γαρ τῶν δυναστευοντων επιβουλευσας τον τε τυραννον απεκτεινεν και συλλαβεῖν Εὐαγοραν επεχειρησεν, ηγουμενος οὐ δυνησεσθαι κατασχεῖν την αρχην ει μη κἀκεῖνον εκποδων ποιησαιτο. Διαγυγων δε τον κινδυνον και σωθεις εισ Σολους τῆς Κιλικιας ου την αυτην γνωμην ἔσχεν τοῖς ταῖς τοιαύταις συμφοραῖς περιπιπτουσιν. Οἱ μεν γαρ ἄλλοι, κἄν εκ τυραννιδος εκπεσωσι, διὰ τας παρουσας τυχας ταπεινοτερας τας ψυχας εχουσιν· εκεῖνος δ'εις τοσοῦτον μεγαλοφρουνης ἦλθεν ὤστε τον ἄλλον χρονον ιδιωτης ὤν, επειδη φευγειν ηναγκασθη, τυραννεῖν ᾠήθη δεῖν. Και τοὺς μεν πλανους τοὺς φυγαδικους και το δι'ετερων ζητεῖν την καθοδον και θεραπευειν αυτοῦ χειρους υπερεῖδεν· λαβων δε ταυτην αφορμην, ἤνπερ χρὴ τους ευσεβεῖν βουλομενους, αμυνεσθαι και μη προτερους υπαρχειν, και προελομενος ἢ κατορθωσας τυραννεῖν ἢ διαμαρτων αποθανεῖν, παρακαλεσας ανθρωπους, ὠς οἱ τους πλειστους λεγοντες, περι πεντηκοντα, μετα τουτων παρασκευαζετο ποιεῖσθαι την καθοδον.
…continua

Brani Classici - Isocrate - Versione Isocrate in una lettera ad Alessandro si compiace del suo amore per l'umanità e il sapere

ἀκούω δέ σε πάντων λεγόντων ὡς φιλάνθρωπος εἶ καὶ φιλαθήναιος καὶ φιλόσοφος, οὐκ ἀφρόνως ἀλλὰ νοῦν ἐχόντως. τῶν τε γὰρ πολιτῶν ἀποδέχεσθαί σε τῶν ἡμετέρων οὐ τοὺς ἠμεληκότας αὑτῶν καὶ πονηρῶν πραγμάτων ἐπιθυμοῦντας, ἀλλ᾽ οἷς συνδιατρίβων τ᾽ οὐκ ἂν λυπηθείης, συμβάλλων τε καὶ κοινωνῶν πραγμάτων οὐδὲν ἂν βλαβείης οὐδ᾽ ἀδικηθείης, οἵοις περ χρὴ πλησιάζειν τοὺς εὖ φρονοῦντας:τῶν τε φιλοσοφιῶν οὐκ ἀποδοκιμάζειν μὲν οὐδὲ τὴν περὶ τὰς ἔριδας, ἀλλὰ νομίζειν εἶναι πλεονεκτικὴν ἐν ταῖς ἰδίαις διατριβαῖς, οὐ μὴν ἁρμόττειν οὔτε τοῖς τοῦ πλήθους προεστῶσιν οὔτε τοῖς τὰς μοναρχίας ἔχουσιν: οὐδὲ γὰρ συμφέρον οὐδὲ πρέπον ἐστὶ τοῖς μεῖζον τῶν ἄλλων φρονοῦσιν οὔτ᾽ αὐτοῖς ἐρίζειν πρὸς τοὺς συμπολιτευομένους οὔτε τοῖς ἄλλοις ἐπιτρέπειν πρὸς αὑτοὺς ἀντιλέγειν. ταύτην μὲν οὖν οὐκ ἀγαπᾶν σε τὴν διατριβήν, προαιρεῖσθαι δὲ τὴν παιδείαν τὴν περὶ τοὺς λόγους, οἷς χρώμεθα περὶ τὰς πράξεις τὰς προσπιπτούσας καθ᾽ ἑκάστην τὴν ἡμέραν καὶ μεθ᾽ ὧν βουλευόμεθα περὶ τῶν κοινῶν.
…continua

Brani Classici - Lisia - Versione Pisone non si lascia corrompere

ιαλαβόντες δὲ τὰς οἰκίας ἐβάδιζον· καὶ ἐμὲ μὲν ξένους ἑστιῶντα κατέλαβον, οὓς ἐξελάσαντες Πείσωνί με παραδιδόασιν· οἱ δὲ ἄλλοι εἰς τὸ ἐργαστήριον ἐλθόντες τὰ ἀνδράποδα ἀπεγράφοντο. ἐγὼ δὲ Πείσωνα μὲν ἠρώτων εἰ βούλοιτό με σῶσαι χρήματα λαβών· [9] ὁ δ' ἔφασκεν, εἰ πολλὰ εἴη. εἶπον οὖν ὅτι τάλαντον ἀργυρίου ἕτοιμος εἴην δοῦναι· ὁ δ' ὡμολόγησε ταῦτα ποιήσειν. ἠπιστάμην μὲν οὖν ὅτι οὔτε θεοὺς οὔτ' ἀνθρώπους νομίζει, ὅμως δ' ἐκ τῶν παρόντων ἐδόκει μοι ἀναγκαιότατον εἶναι [10] πίστιν παρ' αὐτοῦ λαβεῖν. ἐπειδὴ δὲ ὤμοσεν, ἐξώλειαν ἑαυτῷ καὶ τοῖς παισὶν ἐπαρώμενος, λαβὼν τὸ τάλαντόν με σώσειν, εἰσελθὼν εἰς τὸ δωμάτιον τὴν κιβωτὸν ἀνοίγνυμι· Πείσων δ' αἰσθόμενος εἰσέρχεται, καὶ ἰδὼν τὰ ἐνόντα καλεῖ τῶν ὑπηρετῶν δύο, καὶ τὰ ἐν τῇ κιβωτῷ λαβεῖν ἐκέλευσεν. ἐπεὶ δὲ οὐχ ὅσον ὡμολόγητο εἶχεν, ὦ ἄνδρες δικασταί, ἀλλὰ τρία τάλαντα ἀργυρίου καὶ τετρακοσίους κυζικηνοὺς καὶ ἑκατὸν δαρεικοὺς καὶ φιάλας ἀργυρᾶς τέτταρας, ἐδεόμην αὐτοῦ ἐφόδιά μοι δοῦναι, ὁ δ' ἀγαπήσειν με ἔφασκεν, εἰ τὸ σῶμα σώσω.
…continua

Brani Classici - Lisia - Versione Contro gli uccisori del fratello

οὐκ ἄρξασθαί μοι δοκεῖ ἄπορον εἶναι, ὦ ἄνδρες δικασταί, τῆς κατηγορίας, ἀλλὰ παύσασθαι λέγοντι: τοιαῦτα αὐτοῖς τὸ μέγεθος καὶ τοσαῦτα τὸ πλῆθος εἴργασται, ὥστε μήτ᾽ ἂν ψευδόμενον δεινότερα τῶν ὑπαρχόντων κατηγορῆσαι, μήτε τἀληθῆ βουλόμενον εἰπεῖν ἅπαντα δύνασθαι, ἀλλ᾽ ἀνάγκη ἢ τὸν κατήγορον ἀπειπεῖν ἢ τὸν χρόνον ἐπιλιπεῖν.τοὐναντίον δέ μοι δοκοῦμεν πείσεσθαι ἢ ἐν τῷ πρὸ τοῦ χρόνῳ. πρότερον μὲν γὰρ ἔδει τὴν ἔχθραν τοὺς κατηγοροῦντας ἐπιδεῖξαι, ἥτις εἴη πρὸς τοὺς φεύγοντας: νυνὶ δὲ παρὰ τῶν φευγόντων χρὴ πυνθάνεσθαι ἥτις ἦν αὐτοῖς πρὸς τὴν πόλιν ἔχθρα, ἀνθ᾽ ὅτου τοιαῦτα ἐτόλμησαν εἰς αὐτὴν ἐξαμαρτάνειν. οὐ μέντοι ὡς οὐκ ἔχων οἰκείας ἔχθρας καὶ συμφορὰς τοὺς λόγους ποιοῦμαι, ἀλλ᾽ ὡς ἅπασι πολλῆς ἀφθονίας οὔσης ὑπὲρ τῶν ἰδίων ἢ ὑπὲρ τῶν δημοσίων ὀργίζεσθαι.ἐγὼ μὲν οὖν, ὦ ἄνδρες δικασταί, οὔτ᾽ ἐμαυτοῦ πώποτε οὔτε ἀλλότρια πράγματα πράξας νῦν ἠνάγκασμαι ὑπὸ τῶν γεγενημένων τούτου κατηγορεῖν, ὥστε πολλάκις εἰς πολλὴν ἀθυμίαν κατέστην, μὴ διὰ τὴν ἀπειρίαν ἀναξίως καὶ ἀδυνάτως ὑπὲρ τοῦ ἀδελφοῦ καὶ ἐμαυτοῦ τὴν κατηγορίαν ποιήσομαι. ὅμως δὲ πειράσομαι ὑμᾶς ἐξ ἀρχῆς ὡς ἂν δύνωμαι δι᾽ ἐλαχίστων διδάξαι.
…continua

Brani Classici - Luciano - Versione La vita è un corteo, lo conduce la Fortuna

τοιγάρτοι ἐκεῖνα ὁρῶντί μοι ἐδόκει ὁ τῶν ἀνθρώπων βίος πομπῇ τινι μακρᾷ προσεοικέναι, χορηγεῖν δὲ καὶ διατάττειν ἕκαστα ἡ Τύχη, διάφορα καὶ ποικίλα τοῖς πομπευταῖς τὰ σχήματα προσάπτουσα: τὸν μὲν γὰρ λαβοῦσα, εἰ τύχοι, βασιλικῶς διεσκεύασεν, τιάραν τε ἐπιθεῖσα καὶ δορυφόρους παραδοῦσα καὶ τὴν κεφαλὴν στέψασα τῷ διαδήματι, τῷ δὲ οἰκέτου σχῆμα περιέθηκεν: τὸν δέ τινα καλὸν εἶναι ἐκόσμησεν, τὸν δὲ ἄμορφον καὶ γελοῖον παρεσκεύασεν παντοδαπὴν γάρ, οἶμαι, δεῖ γενέσθαι τὴν θέαν. πολλάκις δὲ καὶ διὰ μέσης τῆς πομπῆς μετέβαλε τὰ ἐνίων σχήματα οὐκ ἐῶσα εἰς τέλος διαπομπεῦσαι ὡς ἐτάχθησαν, ἀλλὰ μεταμφιέσασα τὸν μὲν Κροῖσον ἠνάγκασε τὴν τοῦ οἰκέτου καὶ αἰχμαλώτου σκευὴν ἀναλαβεῖν, τὸν δὲ Μαιάνδριον τέως ἐν τοῖς οἰκέταις πομπεύοντα τὴν τοῦ Πολυκράτους τυραννίδα μετενέδυσε.
…continua

Brani Classici - Luciano - Versione Zeus non esaudisce ogni preghiera

Τοιαῦθ' ἄμα διεξιόντες ἀφικνούμεθα ἐς τὸ χωρίον, ἔνθα ἔδει αὐτὸν καθεζόμενον διακοῦσαι τῶν εὐχων. Θυρἰδες δὲ ἦσαν έξῆς τοῖς στομίοις τῶν φρεάτων ἐοικυῖαι πώματα ἔχουσαι καὶ παρ' ἐκαστῃ θρόνος ἔκειτο χρυσοῦς. Καθισας οὗν ἐαυτόν· ηὔχοντο δὲ πανταχόθεν τῆς γῆς διάφορα καἰ ποικίλα. Συμπαρακύψας γαρ και αὐτὸς ἐπήκουον ἅμα τῶν εὐχῶν. Ἦσαν δὲ τοιαίδε. " Ὦ Ζεῦ, βασιλεῦσαί μοι γένοιτο· ὦ Ζεῦ, τὰ κρόμμυά μοι φῦναι καὶ τὰ σκόροδα· ὦ θεοί, τὸν πατέρα μοι ταχέως ἀποθανεῖν· ὁ δέ τις ἔφη, Εἴθε κληρονομήσαιμι τῆς γυναικός, εἴθε λάθοιμι ἐπιβουλεύσας τῷ ἀδελφῷ, γένοιτό μοι νικῆσαι τῃν δίκην, δὸς στεφθῆναι τὰ Ὀλύμπια." Τῶν πλεόντων δὲ ὁ μὲν βορέαν ηὔχετο ἐπιπνεῦσαι, ὁ δὲ νότον, ὁ δὲ γεωργὸς ᾔτει ὐετόν, ὁ δὲ γναφεὺς ἥλιον. Ἐπακούων δὲ ὁ Ζεὺς καὶ τὴν εὐχὴν ἑκάστην ἀκριβως ἐξετάζων οὐ πἀντα υπισχνεῖτο, ἀλλ'ἔτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ' ἀνένευσε.
…continua

Brani Classici - Mimnermo - Frammento Amarezza della vecchiaia

τίς δὲ βίος, τί δὲ τερπνὸν ἄτερ χρυσῆς Ἀφροδίτης; τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι, κρυπταδίη φιλότης καὶ μείλιχα δῶρα καὶ εὐνή, οἷ' ἥβης ἄνθεα γίνεται ἁρπαλέα ἀνδράσιν ἠδὲ γυναιξίν· ἐπεὶ δ' ὀδυνηρὸν ἐπέλθηι γῆρας, ὅ τ' αἰσχρὸν ὁμῶς καὶ κακὸν ἄνδρα τιθεῖ, αἰεί μιν φρένας ἀμφὶ κακαὶ τείρουσι μέριμναι, οὐδ' αὐγὰς προσορῶν τέρπεται ἠελίου, ἀλλ' ἐχθρὸς μὲν παισίν, ἀτίμαστος δὲ γυναιξίν· οὕτως ἀργαλέον γῆρας ἔθηκε θεός.
…continua

Brani Classici - Mimnermo - Frammento Come foglie

ἡμεῖς δ', οἷά τε φύλλα φύει πολυάνθεμος ὥρη ἔαρος, ὅτ' αἶψ' αὐγῆις αὔξεται ἠελίου, τοῖς ἴκελοι πήχυιον ἐπὶ χρόνον ἄνθεσιν ἥβης τερπόμεθα, πρὸς θεῶν εἰδότες οὔτε κακὸν οὔτ' ἀγαθόν· Κῆρες δὲ παρεστήκασι μέλαιναι, ἡ μὲν ἔχουσα τέλος γήραος ἀργαλέου, ἡ δ' ἑτέρη θανάτοιο· μίνυνθα δὲ γίνεται ἥβης καρπός, ὅσον τ' ἐπὶ γῆν κίδναται ἠέλιος. αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος παραμείψεται ὥρης, αὐτίκα δὴ τεθνάναι βέλτιον ἢ βίοτος· πολλὰ γὰρ ἐν θυμῶι κακὰ γίνεται· ἄλλοτε οἶκος τρυχοῦται, πενίης δ' ἔργ' ὀδυνηρὰ πέλει· ἄλλος δ' αὖ παίδων ἐπιδεύεται, ὧν τε μάλιστα ἱμείρων κατὰ γῆς ἔρχεται εἰς Ἀΐδην· ἄλλος νοῦσον ἔχει θυμοφθόρον· οὐδέ τίς ἐστιν ἀνθρώπων ὧι Ζεὺς μὴ κακὰ πολλὰ διδοῖ.
…continua

Brani Classici - Platone - Versione Elogio della democrazia ateniese

γεννηθέντες δὲ καὶ παιδευθέντες οὕτως οἱ τῶνδε πρόγονοι ᾤκουν πολιτείαν κατασκευασάμενοι, ἧς ὀρθῶς ἔχει διὰ βραχέων ἐπιμνησθῆναι. πολιτεία γὰρ τροφὴ ἀνθρώπων ἐστίν, καλὴ μὲν ἀγαθῶν, ἡ δὲ ἐναντία κακῶν. ὡς οὖν ἐν καλῇ πολιτείᾳ ἐτράφησαν οἱ πρόσθεν ἡμῶν, ἀναγκαῖον δηλῶσαι, δι' ἣν δὴ κἀκεῖνοι ἀγαθοὶ καὶ οἱ νῦν εἰσιν, ὧν οἵδε τυγχάνουσιν ὄντες οἱ τετελευτηκότες. ἡ γὰρ αὐτὴ πολιτεία καὶ τότε ἦν καὶ νῦν, ἀριστοκρατία, ἐν ᾗ νῦν τε πολιτευόμεθα καὶ τὸν ἀεὶ χρόνον ἐξ ἐκείνου ὡς τὰ πολλά. καλεῖ δὲ ὁ μὲν αὐτὴν δημοκρατίαν, ὁ δὲ ἄλλο, ᾧ ἂν χαίρῃ, ἔστι δὲ τῇ ἀληθείᾳ μετ' εὐδοξίας πλήθους ἀριστοκρατία. βασιλῆς μὲν γὰρ ἀεὶ ἡμῖν εἰσιν: οὗτοι δὲ τοτὲ μὲν ἐκ γένους, τοτὲ δὲ αἱρετοί.
…continua

Brani Classici - Platone - Versione Prime esperienze politiche di Platone

Νέος ἐγώ ποτε ὢν πολλοῖς δὴ ταὐτὸν ἔπαθον· ᾠήθην, εἰ θᾶττον ἐμαυτοῦ γενοίμην κύριος, ἐπὶ τὰ κοινὰ τῆς πόλεως εὐθὺς ἰέναι. καί μοι τύχαι τινὲς τῶν τῆς πόλεως πραγμάτων τοιαίδε παρέπεσον. ὑπὸ πολλῶν γὰρ τῆς τότε πολιτείας λοιδορουμένης μεταβολὴ γίγνεται, καὶ τῆς μεταβολῆς εἷς καὶ πεντήκοντά τινες ἄνδρες προύστησαν ἄρχοντες, ἕνδεκα μὲν ἐν ἄστει, δέκα δ' ἐν Πειραεῖ – περί τε ἀγορὰν ἑκάτεροι τούτων ὅσα τ' ἐν τοῖς ἄστεσι διοικεῖν ἔδει – τριάκοντα δὲ πάντων ἄρχοντες κατέστησαν αὐτοκράτορες. τούτων δή τινες οἰκεῖοί τε ὄντες καὶ γνώριμοι ἐτύγχανον ἐμοί, καὶ δὴ καὶ παρεκάλουν εὐθὺς ὡς ἐπὶ προσήκοντα πράγματά με.καὶ ἐγὼ θαυμαστὸν οὐδὲν ἔπαθον ὑπὸ νεότητος· ᾠήθην γὰρ αὐτοὺς ἔκ τινος ἀδίκου βίου ἐπὶ δίκαιον τρόπον ἄγοντας διοικήσειν δὴ τὴν πόλιν, ὥστε αὐτοῖς σφόδρα προσεῖχον τὸν νοῦν, τί πράξοιεν. καὶ ὁρῶν δήπου τοὺς ἄνδρας ἐν χρόνῳ ὀλίγῳ χρυσὸν ἀποδείξαντας τὴν ἔμπροσθεν πολιτείαν – τά τε ἄλλα καὶ φίλον ἄνδρα ἐμοὶ πρεσβύτερον Σωκράτη, ὃν ἐγὼ σχεδὸν οὐκ ἂν αἰσχυνοίμην εἰπὼν δικαιότατον εἶναι τῶν τότε, ἐπί τινα τῶν πολιτῶν μεθ' ἑτέρων ἔπεμπον, βίᾳ ἄξοντα ὡς ἀποθανούμενον, ἵνα δὴ μετέχοι τῶν πραγμάτων αὐτοῖς, εἴτε βούλοιτο εἴτε μή· ὁ δ' οὐκ ἐπείθετο, πᾶν δὲ παρεκινδύνευσεν παθεῖν πρὶν ἀνοσίων αὐτοῖς ἔργων γενέσθαι κοινωνός – ἃ δὴ πάντα καθορῶν καὶ εἴ τιν' ἄλλα τοιαῦτα οὐ σμικρά, ἐδυσχέρανά τε καὶ ἐμαυτὸν ἐπανήγαγον ἀπὸ τῶν τότε κακῶν.
…continua

Brani Classici - Plutarco - Versione Parole di Emilio Paolo a Perseo sconfitto

ὁ δ', αἴσχιστον θέαμα, προβαλὼν αὑτὸν ἐπὶ στόμα, καὶ γονάτων δραξάμενος, ἀνεβάλλετο φωνὰς ἀγεννεῖς καὶ δεήσεις, ἃς οὐχ ὑπέμεινεν οὐδ' ἤκουσεν ὁ Αἰμίλιος, ἀλλὰ προσβλέψας αὐτὸν ἀλγοῦντι καὶ λελυπημένῳ τῷ προσώπῳ· τί τῆς τύχης εἶπεν ὦ ταλαίπωρε τὸ μέγιστον ἀφαιρεῖς τῶν ἐγκλημάτων, ταῦτα πράττων ἀφ' ὧν δόξεις οὐ παρ' ἀξίαν ἀτυχεῖν, οὐδὲ τοῦ νῦν, ἀλλὰ τοῦ πάλαι δαίμονος ἀνάξιος γεγονέναι; τί δέ μου καταβάλλεις τὴν νίκην καὶ τὸ κατόρθωμα ποιεῖς μικρόν, ἐπιδεικνύμενος ἑαυτὸν οὐ γενναῖον οὐδὲ πρέποντα Ῥωμαίοις ἀνταγωνιστήν; ἀρετή τοι δυστυχοῦσι μεγάλην ἔχει μοῖραν αἰδοῦς καὶ παρὰ πολεμίοις, δειλία δὲ Ῥωμαίοις κἂν εὐποτμῇ πάντων ἀτιμότατον.
…continua