Brani Classici - Plutarco - Versione Catone ammira la modestia e la semplicità della casa di Manio Curio

Ἦν δὲ πλησίον αὐτοῦ τῶν ἀγρῶν ἡ γενομένη Μανίου Κουρίου τοῦ τρὶς θριαμβεύσαντος ἔπαυλις. Ἐπὶ ταύτην συνεχῶς βαδίζων καὶ θεώμενος τοῦ τε χωρίου τὴν μικρότητα καὶ τῆς οἰκήσεως τὸ λιτόν, ἔννοιαν ἐλάμβανε τοῦ ἀνδρὸς ὅτι Ῥωμαίων μέγιστος γενόμενος καὶ τὰ μαχιμώτατα τῶν ἐθνῶν ὑπαγαγόμενος καὶ Πύρρον ἐξελάσας Ἰταλίας, τοῦτο τὸ χωρίδιον αὐτὸς ἔσκαπτε καὶ ταύτην τὴν ἔπαυλιν ᾤκει μετὰ τρεῖς θριάμβους, καὶ ἐνταῦθα πρὸς ἐσχάρᾳ καθήμενον αὐτὸν ἕψοντα γογγυλίδας εὑρόντες οἱ Σαυνιτῶν πρέσβεις ἐδίδοσαν πολὺ χρυσίον, ὁ δ´ ἀπέπεμψε φήσας οὐδὲν χρυσίου δεῖν ᾧ δεῖπνον ἀρκεῖ τοιοῦτον, αὐτῷ μέντοι τοῦ χρυσίον ἔχειν κάλλιον εἶναι τὸ νικᾶν τοὺς ἔχοντας. Ταῦθ´ ὁ Κάτων ἐνθυμούμενος ἀπῄει, καὶ τὸν αὑτοῦ πάλιν οἶκον ἐφορῶν καὶ χωρία καὶ θεράποντας καὶ δίαιταν, ἐπέτεινε τὴν αὐτουργίαν καὶ περιέκοπτε τὴν πολυτέλειαν.
…continua

Brani Classici - Plutarco - Versione Cleopatra sulla tomba di Antonio

Κλεοπάτρα ἐπὶ τὸν τάφον κομισθεῖσα και περιπεσοῦσατῇ σορῷ μετὰ τῶν συνήθων γυναικῶν «ὦ φίλ᾽ Ἀντώνιε» εἶπεν «ἔθαπτον μέν σε πρώην ἔτι χερσὶν ἐλευθέραις, σπένδω δὲ νῦν αἰχμάλωτος οὖσα καὶ φρουρουμένη μήτε κοπετοῖς μήτε θρήνοις αἰκίσασθαι τὸ δοῦλον τοῦτο σῶμα καὶ τηρούμενον ἐπὶ τοὺς κατὰ σοῦ θριάμβους. ἄλλας δὲ μὴ προσδέχου τιμὰς ἢ χοάς· ἀλλ᾽ αὗταί σοι τελευταῖαι Κλεοπάτρας ἀγομένης. ζῶντας μὲν γὰρ ἡμᾶς οὐθὲν ἀλλήλων διέστησε, κινδυνεύομεν δὲ τῷ θανάτῳ διαμείψασθαι τοὺς τόπους, σὺ μὲν ὁ Ῥωμαῖος ἐνταῦθα κείμενος, ἐγὼ δ᾽ ἡ δύστηνος ἐν Ἰταλίᾳ, τοσοῦτο τῆς σῆς μεταλαβοῦσα χώρας μόνον. ἀλλ᾽ εἰ δή τις τῶν ἐκεῖ θεῶν ἀλκὴ καὶ δύναμις —οἱ γὰρ ἐνταῦθα προὔδωκαν ἡμᾶς—, μὴ πρόῃ ζῶσαν τὴν σεαυτοῦ γυναῖκα, μηδ᾽ ἐν ἐμοὶ περιίδῃς θριαμβευόμενον σεαυτόν, ἀλλ᾽ ἐνταῦθά με κρύψον μετὰ σεαυτοῦ καὶ σύνθαψον, ὡς ἐμοὶ μυρίων κακῶν ὄντων οὐδὲν οὕτω μέγα καὶ δεινόν ἐστιν, ὡς ὁ βραχὺς οὗτος χρόνος ὃν σοῦ χωρὶς ἔζηκα.»
…continua

Brani Classici - Plutarco - Versione Come Semiramide divenne regina

Ἡ δε Συρα Σεμιραμις οικοτριβος μεν ἦν βασιλικοῦ θεραπαινα παλλακευομενη· Νινου δε τοῦ μεγαλου βασιλεως εϜτυχοντος αυτῇ και στερξαντος οὕτως εκρατησε και κατεφρονησεν ὥστ'αξιῶσαι και μιαν ἡμεραν αυτην περιιδεῖν εν τῷ θρονῳ καθεζομενην ἔχουσαν το διαδημα και χρηματιζουσαν. δοντος δ'εκεινου και κελευσαντος παντας υπηρετεῖν ὥσπερ αυτῳ και πειθεσθαι, μετριως εχρητο τοῖς πρωτοις επιταγμασι, πειρωμενη τῶν δορυφορων· επει δ'εωρα μηδεν αντιλεγοντας μηδ'οκνοῦντας, εκελευσε συλλαβεῖν τον Νῖνον, εἶτα δῆσαι, τελος δ'αποκτεῖναι· πραχθεντων δε παντων, εβασιλευσε τῆς Ασιας επιφανῶς πολυν χρονον.
…continua

Brani Classici - Plutarco - Versione La presa di Veio

Ἔπειτα πρὸς τὴν πολιορκίαν τραπόμενος τῶν Βηίων, καὶ τὸν ἐκ προσβολῆς ἀγῶνα χαλεπὸν καὶ δύσεργον ὁρῶν, ὑπονόμους ἔτεμνε, τῶν περὶ τὴν πόλιν χωρίων ἐνδιδόντων τοῖς ὀρύγμασι καὶ ταχὺ δεχομένων εἰς βάθος ἄγειν ἄδηλον τοῖς πολεμίοις τὰ ἔργα. Διὸ καὶ προϊούσης ὁδῷ τῆς ἐλπίδος, αὐτὸς μὲν ἔξωθεν προσέβαλλεν ἐκκαλούμενος ἐπὶ τὰ τείχη τοὺς πολεμίους. Ἄλλοι δ' ἀδήλως ὑποπορευόμενοι διὰ τῶν ὑπονόμων ἔλαθον ἐντὸς γενόμενοι τῆς ἄκρας κατὰ τὸ τῆς Ἥρας ἱερόν, ὃ μέγιστον ἦν ἐν τῇ πόλει καὶ μάλιστα τιμώμενον. Ἐνταῦθα λέγεται τυχεῖν κατ' ἐκεῖνο καιροῦ τὸν ἡγεμόνα τῶν Τυρρηνῶν ἐφ' ἱεροῖς, τὸν δὲ μάντιν εἰς τὰ σπλάγχνα κατιδόντα καὶ μέγα φθεγξάμενον εἰπεῖν ὅτι νίκην δίδωσιν ὁ θεὸς τῷ κατακολουθήσαντι τοῖς ἱεροῖς ἐκείνοις· ταύτης δὲ τῆς φωνῆς τοὺς ἐν τοῖς ὑπονόμοις Ῥωμαίους ἐπακούσαντας ταχὺ διασπάσαι τὸ ἔδαφος, καὶ μετὰ βοῆς καὶ ψόφου τῶν ὅπλων ἀναδύντας, ἐκπλαγέντων τῶν πολεμίων καὶ φυγόντων, ἁρπάσαντας τὰ σπλάγχνα κομίσαι πρὸς τὸν Κάμιλλον.
…continua

Brani Classici - Plutarco - Versione Prima della nascita di Alessandro, presagi ne rivelano la futura grandezza

Λεγεται δε Φιλιππος εν Σαμοθρᾴκῃ τη Ολυμπιαδι συμμυηθεις αὐτός τε μειράκιον ὢν ἔτι κἀκείνης παιδὸς ὀρφανῆς γονέων ἐρασθῆναι καὶ τὸν γάμον οὕτως ἁρμόσαι, πείσας τὸν ἀδελφὸν αὐτῆς Ἀρύμβαν. ἡ μὲν οὖν νύμφη, πρὸ τῆς νυκτός ᾗ συνείρχθησαν εἰς τὸν θάλαμον, ἔδοξε βροντῆς γενομένης ἐμπεσεῖν αὐτῆς τῇ γαστρὶ κεραυνόν, ἐκ δὲ τῆς πληγῆς πολὺ πῦρ ἀναφθέν, εἶτα ῥηγνύμενον εἰς φλόγας πάντῃ φερομένας διαλυθῆναι. ὁ δὲ Φίλιππος ὑστέρῳ χρόνῳ μετὰ τὸν γάμον εἶδεν ὄναρ αὑτὸν ἐπιβάλλοντα σφραγῖδα τῇ γαστρὶ τῆς γυναικός: ἡ δὲ γλυφὴ τῆς σφραγῖδος, ὡς ᾤετο, λέοντος εἶχεν εἰκόνα, τῶν δὲ ἄλλων μάντεων ὑφορωμένων τὴν ὄψιν, ὡς ἀκριβεστέρας φυλακῆς δεομένων τῷ Φιλίππῳ τῶν περὶ τὸν γάμον, Ἀρίστανδρος ὁ Τελμησσεὺς κύειν ἔφη τὴν ἄνθρωπον, οὐθὲν γὰρ ἀποσφραγίζεσθαι τῶν κενῶν, καὶ κύειν παῖδα θυμοειδῆ καὶ λεοντώδη τὴν φύσιν.
…continua

Brani Classici - Polibio - Versione La notizia della sconfitta giunge a Roma

Εις τήν Ρώμηv προσπεσόντος ἤδη τοῠ γεγονότος ατυχήματος, στέλλεσθαι μὲν ἤ ταπεινουν τὸ συμβεβηκός οι προεστῶτες του πολιτευματος ἠδυνατουν διὰ το μεγεθος τῆς συμφορᾶσ, λεγειν δἐ τοῖς πολλοῖς ηναγκαζοντο τἀ γεγονότα, συναθροισαντες τον δῆμον εις εκκλησιαν. Διόπερ αμα τῷ τὸν στρατεγὸν ειμεῖν τοῖς ὄχλοις απὸ τῶν εμβόλῶν ὄτι "Λειπόμεθα μάχῃ μεγάλη", τηλικαυτην συνεβη γενέσθαι διατροπην ὣστε τοῖς παραγενουμενοις ἐφ' ἐκατέρων τῶν καιρῶν, πολλῷ μειζον τότε φανῆναι τὸ γεγονὸς ἣ παρ 'αυτὸν τὸν τῆς μάχης καιρόν. Και τοῦτ' εικότως συνεβη. Πολλῶν γὰρὰ χρòνων απειροι και τπυ ρήματος και του πράγματος υπαρχοντες τῆς ομολογουμένεης ἣττης οὐ μετίως ουδὲ κατὰ σχῆμα τὴν περιπέτειαν ἔφερον. Οὐ μὴν ἥ γε σύγλετος, αλλ' επὶ του καθεκοντος ἔμενε λογισμοῦ και διενοεῖτο περὶ του μέλλοντος πῶς τί πρακτεον εκάστοις εἴη.
…continua

Brani Classici - Saffo - Frammento Invocazione a Venere

ποικιλόθρον' ἀθανατ'Αφρόδιτα, παῖ Δίος δολòπλοκε, λίσσομαί σε, μή μ'ἄσαισι μηδ'ὀνίαισι δάμνα, πότνια, θῦμον, ἀλλἀ τυίδ' ἔλθ' αι ποτα κἀτέρωτα τάς ἔμας αὔδας ἀίοισα πήλοι ἔκλυες, πάτρος δέ δόμον λίποισα χρύσιον ἦλθες ἄπμ' ὐπασδεύξαισα: κάλοι δέ σ'ἆγον ὢκεες σροῦθοι περί γᾶς μελαίνας πύκνα δίννεντες πτέρ 'ἀπ' ὠρανωἴθε- ρος διὰ μέσσω αἷψα δ'ἐξίκοντο σὺ δ', ὦ μάκαιρα, μειδιαισαισ' ἀθανάτῳ ἤπε ' ὄττι δηὖτε κάλημμι κὢττι μοι μάλιστα θέλω γένεσθαι μαινòλᾳ θύμῳ τινα δηὖτε πείθω *... σάγην * ἐς σάν φιλòτατα; τίς σ', ὦ Ψάπφ', ἀδικήι; Καί γὰρ αἰ φεύγει, ταχέως δίώξει, αί δὲ δῶρα μὴ δέκετ', ἀλλὰ δώσει, αἰ δέ μή φίλει, ταχέώς φιλήσει κωὐκ ἐθέλοισα. Ἔλθε μοι καί νῦν, χαλέπαν δέ λῦσου ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι θῦμος ἰμερρει, τέλεσον, σύ δ' αὔτα σύμμαχος ἔσσο.
…continua

Brani Classici - Saffo - Frammento Ode ad Afrodite

ποικιλόθρον' ἀθανατ'Αφρόδιτα, παῖ Δίος δολòπλοκε, λίσσομαί σε, μή μ'ἄσαισι μηδ'ὀνίαισι δάμνα, πότνια, θῦμον, ἀλλἀ τυίδ' ἔλθ' αι ποτα κἀτέρωτα τάς ἔμας αὔδας ἀίοισα πήλοι ἔκλυες, πάτρος δέ δόμον λίποισα χρύσιον ἦλθες ἄπμ' ὐπασδεύξαισα: κάλοι δέ σ'ἆγον ὢκεες σροῦθοι περί γᾶς μελαίνας πύκνα δίννεντες πτέρ 'ἀπ' ὠρανωἴθε- ρος διὰ μέσσω αἷψα δ'ἐξίκοντο σὺ δ', ὦ μάκαιρα, μειδιαισαισ' ἀθανάτῳ ἤπε ' ὄττι δηὖτε κάλημμι κὢττι μοι μάλιστα θέλω γένεσθαι μαινòλᾳ θύμῳ τινα δηὖτε πείθω *... σάγην * ἐς σάν φιλòτατα; τίς σ', ὦ Ψάπφ', ἀδικήι; Καί γὰρ αἰ φεύγει, ταχέως δίώξει, αί δὲ δῶρα μὴ δέκετ', ἀλλὰ δώσει, αἰ δέ μή φίλει, ταχέώς φιλήσει κωὐκ ἐθέλοισα. Ἔλθε μοι καί νῦν, χαλέπαν δέ λῦσου ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι θῦμος ἰμερρει, τέλεσον, σύ δ' αὔτα σύμμαχος ἔσσο.
…continua

Brani Classici - Saffo - Frammento Plenilunio

ἄστερες μὲν ἀμφὶ κάλαν σελάνναν ἂψ ἀπυκρύπτοισι φάεννον εἶδος, ὄπποτα πλήθοισα μάλιστα λάμπηι γᾶν ... ἀργυρία
…continua

Brani Classici - Senofonte - Versione Posta ai tempi di Ciro

Κατεμάθομεν δὲ Κύρου καὶ ἄλλο μηχάνημα πρὸς τὸ μέγεθος τῆς ἀρχῆς, ἐξ οὗ ταχέως ᾐσθάνετο καὶ τὰ πάμπολυ ἀπέχοντα ὅπως ἔχοι. σκεψάμενος γὰρ πόσην ἂν ὁδὸν ἵππος καθανύτοι τῆς ἡμέρας ἐλαυνόμενος ὥστε διαρκεῖν, ἐποιήσατο ἱππῶνας τοσοῦτον διαλείποντας καὶ ἵππους ἐν αὐτοῖς κατέστησε καὶ τοὺς ἐπιμελομένους τούτων, καὶ ἄνδρα ἐφ’ ἑκάστῳ τῶν τόπων ἔταξε τὸν ἐπιτήδειον παραδέχεσθαι τὰ φερόμενα γράμματα καὶ παραδιδόναι καὶ παραλαμβάνειν τοὺς ἀπειρηκότας ἵππους καὶ ἀνθρώπους καὶ ἄλλους πέμπειν νεαλεῖς· 8.6.18ἔστι δ’ ὅτε οὐδὲ τὰς νύκτας φασὶν ἵστασθαι ταύτην τὴν πορείαν, ἀλλὰ τῷ ἡμερινῷ ἀγγέλῳ τὸν νυκτερινὸν διαδέχεσθαι. τούτων δὲ οὕτω γιγνομένων φασί τινες θᾶττον τῶν γεράνων ταύτην τὴν πορείαν ἁνύτειν.
…continua

Brani Classici - Senofonte - Versione Per fare politica occorre competenza

Φυλάττου ὅπως μὴ τοῦ εὐδοξεῖν ἐπιθυμῶν εἰς τοὐναντίον ἔλθῃς. ἢ οὐχ ὁρᾷς ὡς σφαλερόν ἐστι τό, ἃ μὴ οἶδέ τις, ταῦτα ἢ λέγειν ἢ πράττειν; ἐνθυμοῦ δὲ τῶν ἄλλων, ὅσους οἶσθα τοιούτους, οἷοι φαίνονται καὶ λέγοντες ἃ μὴ ἴσασι καὶ πράττοντες, πότερά σοι δοκοῦσιν ἐπὶ τοῖς τοιούτοις ἐπαίνου μᾶλλον ἢ ψόγου τυγχάνειν καὶ πότερον θαυμάζεσθαι μᾶλλον ἢ καταφρονεῖσθαι: ἐνθυμοῦ δὲ καὶ τῶν εἰδότων ὅ τι τε λέγουσι καὶ ὅ τι ποιοῦσι: καί, ὡς ἐγὼ νομίζω, εὑρήσεις ἐν πᾶσιν ἔργοις τοὺς μὲν εὐδοκιμοῦντάς τε καὶ θαυμαζομένους ἐκ τῶν μάλιστα ἐπισταμένων ὄντας, τοὺς δὲ κακοδοξοῦντάς τε καὶ καταφρονουμένους ἐκ τῶν ἀμαθεστάτων. εἰ οὖν ἐπιθυμεῖς εὐδοκιμεῖν τε καὶ θαυμάζεσθαι ἐν τῇ πόλει, πειρῶ κατεργάσασθαι ὡς μάλιστα τὸ εἰδέναι ἃ βούλει πράττειν: ἐὰν γὰρ τούτῳ διενέγκας τῶν ἄλλων ἐπιχειρῇς τὰ τῆς πόλεως πράττειν, οὐκ ἂν θαυμάσαιμι εἰ πάνυ ῥᾳδίως τύχοις ὧν ἐπιθυμεῖς.
…continua

Brani Classici - Senofonte - Versione Educazione è necessaria a tutti

τοὺς ἡγεῖτο παιδευθέντας οὐκ ἂν μόνον αὐτούς τε εὐδαίμονας εἶναι καὶ τοὺς ἑαυτῶν οἴκους καλῶς οἰκεῖν, ἀλλὰ καὶ ἄλλους ἀνθρώπους καὶ πόλεις δύνασθαι εὐδαίμονας ποιεῖν. οὐ τὸν αὐτὸν δὲ τρόπον ἐπὶ πάντας ᾔει, ἀλλὰ τοὺς μὲν οἰομένους φύσει ἀγαθοὺς εἶναι, μαθήσεως δὲ καταφρονοῦντας ἐδίδασκεν ὅτι αἱ ἄρισται δοκοῦσαι εἶναι φύσεις μάλιστα παιδείας δέονται, ἐπιδεικνύων τῶν τε ἵππων τοὺς εὐφυεστάτους, θυμοειδεῖς τε καὶ σφοδροὺς ὄντας, εἰ μὲν ἐκ νέων δαμασθεῖεν, εὐχρηστοτάτους καὶ ἀρίστους γιγνομένους, εἰ δὲ ἀδάμαστοι γένοιντο, δυσκαθεκτοτάτους καὶ φαυλοτάτους: καὶ τῶν κυνῶν τῶν εὐφυεστάτων, φιλοπόνων τε οὐσῶν καὶ ἐπιθετικῶν τοῖς θηρίοις, τὰς μὲν καλῶς ἀχθείσας ἀρίστας γίγνεσθαι πρὸς τὰς θήρας καὶ χρησιμωτάτας, ἀναγώγους δὲ γιγνομένας ματαίους τε καὶ μανιώδεις καὶ δυσπειθεστάτας.ὁμοίως δὲ καὶ τῶν ἀνθρώπων τοὺς εὐφυεστάτους, ἐρρωμενεστάτους τε ταῖς ψυχαῖς ὄντας καὶ ἐξεργαστικωτάτους ὧν ἂν ἐγχειρῶσι, παιδευθέντας μὲν καὶ μαθόντας ἃ δεῖ πράττειν, ἀρίστους τε καὶ ὠφελιμωτάτους γίγνεσθαι.
…continua

Brani Classici - Settanta (Bibbia) - Versione Il patto tra Jahwé e il popolo di Israele

Ἑγὼ ὁ θεός σου· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, οὐ ποιήσεις σεαυτῷ εἴδωλα ὅσων ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσων ἐν τῇ γῇ κάτω καὶ ὅσων ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. Ἓξ ἡμέρας ποιήσεις πάντα τὰ ἔργα σου, τῇ δὲ ἑβδόμῃ ἔργον οὐδὲν ποιήσεις. Οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις κατὰ τὸν πλησίον σου. Ἀγαπήσεις κυρίον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεως σου. Καὶ ὁ θεός σου ἐξαρεῖ ἔθνη μεγάλα ἀπὸ προσώπου σου καὶ παραδώσει αὐτὰ εἰς τὰς χεῖράς σου / καὶ πατάξεις καὶ ἀφανιεῖς αὐτά. Τοὺς βωμοὺς αὐτῶν συντρίψεις καὶ τὰ ἄλση αὐτῶν ἐκκόψεις καὶ τὰς εἰκόνας τῶν θεῶν αὐτῶν κατακαύσεις πυρί. Καὶ κύριος ὁ θεός σου πληθυνεῖ σε ἀγαθῶν. Καὶ κατοικήσεις ἐπὶ τῆς γῆς, ἧς ὁ θεός σου κατακληρονομεῖ σοι.
…continua

Brani Classici - Tirteo - Frammento Bello è morire

τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα ἄνδρ' ἀγαθὸν περὶ ἧι πατρίδι μαρνάμενον· τὴν δ' αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς πτωχεύειν πάντων ἔστ' ἀνιηρότατον, πλαζόμενον σὺν μητρὶ φίληι καὶ πατρὶ γέροντι παισί τε σὺν μικροῖς κουριδίηι τ' ἀλόχωι.[...]
…continua

Brani Classici - Tirteo - Frammento La morte più bella

τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα    ἄνδρ' ἀγαθὸν περὶ ἧι πατρίδι μαρνάμενον· τὴν δ' αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς    πτωχεύειν πάντων ἔστ' ἀνιηρότατον, πλαζόμενον σὺν μητρὶ φίληι καὶ πατρὶ γέροντι    παισί τε σὺν μικροῖς κουριδίηι τ' ἀλόχωι. ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται οὕς κεν ἵκηται,    χρησμοσύνηι τ' εἴκων καὶ στυγερῆι πενίηι,   10αἰσχύνει τε γένος, κατὰ δ' ἀγλαὸν εἶδος ἐλέγχει,    πᾶσα δ' ἀτιμίη καὶ κακότης ἕπεται. εἶθ' οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμί' ὤρη    γίνεται οὔτ' αἰδὼς οὔτ' ὀπίσω γένεος. θυμῶι γῆς πέρι τῆσδε μαχώμεθα καὶ περὶ παίδων   15   θνήσκωμεν ψυχέων μηκέτι φειδόμενοι.
…continua