Idilli - Idillio 2 - Versi 1 - 36 - L'incantesimo di Simeta

Πᾷ μοι ταὶ δάφναι; φέρε, Θεστυλί. πᾷ δὲ τὰ φίλτρα; στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ, ὡς τὸν ἐμὸν βαρὺν εὖντα φίλον καταδήσομαι ἄνδρα, ὅς μοι δωδεκαταῖος ἀφ' ὧ τάλας οὐδὲ ποθίκει, άκαμες ἢ ζοοὶ εἰμές, οὐδὲ θύρας ἄραξεν ἀνάρσιος. ἦ ῥά οἱ ἀλλᾷ ᾤχετ' ἔχων ὅ τ' Ἔρως ταχινὰς φρένας ἅ τ' Ἀφροδίτα. βασεῦμαι ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν αὔριον, ὥς νιν ἴδω, καὶ μέμψομαι οἷά με ποιεῖ. νῦν δέ νιν ἐκ θυέων καταδήσομαι. ἀλλά, Σελάνα, φαῖνε καλόν· τὶν γὰρ ποταείσομαι ἅσυχα, δαῖμον, τᾷ χθονίᾳ θ' Ἑκάτᾳ, τὰν καὶ σκύλακες τρομέοντι ἐρχομέναν νεκύων ἀνά τ' ἠρία καὶ μέλαν αἷμα. χαῖρ', Ἑκάτα δασπλῆτι, καὶ ἐς τέλος ἄμμιν ὀπάδει, φάρμακα ταῦτ' ἔρδοισα χερείονα μήτε τι Κίρκας μήτε τι Μηδείας μήτε ξανθᾶς Περιμήδας. Ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. ἄλφιτά τοι πρᾶτον πυρὶ τάκεται. ἀλλ' ἐπίπασσε, Θεστυλί. δειλαία, πᾷ τὰς φρένας ἐκπεπότασαι; ἦ ῥά γέ θην, μυσαρά, καὶ τὶν ἐπίχαρμα τέτυγμαι; πάσσ' ἅμα καὶ λέγε ταῦτα· ‘τὰ Δέλφιδος ὀστία πάσσω.’ ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. Δέλφις ἔμ' ἀνίασεν· ἐγὼ δ' ἐπὶ Δέλφιδι δάφναν αἴθω· χὠς αὕτα λακεῖ μέγα καππυρίσασα κἠξαπίνας ἅφθη κοὐδὲ σποδὸν εἴδομες αὐτᾶς, οὕτω τοι καὶ Δέλφις ἐνὶ φλογὶ σάρκ' ἀμαθύνοι. ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. νῦν θυσῶ τὰ πίτυρα. τὺ δ', Ἄρτεμι, καὶ τὸν ἐν Ἅιδα κινήσαις ἀδάμαντα καὶ εἴ τί περ ἀσφαλὲς ἄλλο – Θεστυλί, ταὶ κύνες ἄμμιν ἀνὰ πτόλιν ὠρύονται· ἁ θεὸς ἐν τριόδοισι· τὸ χαλκέον ὡς τάχος ἄχει. ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
…continua

Idilli - Idillio 29 - Versi 1 - 18

‘Οἶνος, ὦ φίλε παῖ,’ λέγεται, ‘καὶ ἀλάθεα’· κἄμμε χρὴ μεθύοντας ἀλάθεας ἔμμεναι. κἄγω μὲν τὰ φρένων ἐρέω κέατ' ἐν μύχῳ· οὐκ ὄλας φιλέην μ' ἐθέλησθ' ἀπὺ καρδίας. γινώσκω· τὸ γὰρ αἴμισυ τὰς ζοΐας ἔχω ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοῖπον ἀπώλετο· κὤταν μὲν σὺ θέλῃς, μακάρεσσιν ἴσαν ἄγω ἀμέραν· ὄτα δ' οὐκ ἐθέλῃς σύ, μάλ' ἐν σκότῳ. πῶς ταῦτ' ἄρμενα, τὸν φιλέοντ' ὀνίαις δίδων; ἀλλ' αἴ μοί τι πίθοιο νέος προγενεστέρῳ, τῷ κε λώιον αὖτος ἔχων ἔμ' ἐπαινέσαις. πόησαι καλίαν μίαν ἐνν ἔνι δενδρίῳ, ὄππυι μηδὲν ἀπίξεται ἄγριον ὄρπετον. νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχῃς κλάδον, ἄλλον δ' αὔριον, ἐξ ἀτέρω δ' ἄτερον μάτης· καἰ μέν σευ τὸ κάλον τις ἴδων ῤέθος αἰνέσαι, τῷ δ' εὖθυς πλέον ἢ τριέτης ἐγένευ φίλος, τὸν πρῶτον δὲ φίλεντα τρίταιον ἐθήκαο.
…continua