Questo appunto di Greco contiene il testo in greco antico e la traduzione in italiano del capitolo "Agide" del primo libro degli Stratagemmi di Polieno.
Testo in Greco Antico
Ἆγις Πελοποννησίων Λακεδαιμονίοις πολεμούντων ἐν λιμῷ γνώμην ἠγόρευσε παρὰ μίαν ἡμέραν ἀσιτεῖν. φοβῆσαι δὲ τοὺς πολεμίους βουλόμενος, αὐτομόλους ἔπεμψεν ἀγγελοῦντας, ὡς μεγάλη συμμαχία τῇ μελλούσῃ νυκτὶ τοῖς Λάκωσιν ἀφίξεται. τῶν μὲν κτηνῶν τὰ στόματα ἔδησε δι' ὅλης ἡμέρας, νυκτὸς δὲ ἀρχομένης ἔλυσεν, ὥστε τὰ κτήνη πεινῶντα, τῶν δεσμῶν ἀπολυθέντα, πόας καὶ νομῆς λαβόμενα ἀνεσκίρτα καὶ ἐφρυάττετο καὶ ψόφον ἤγειρε πολύν· συνεπήχουν δὲ καὶ τῶν ὀρῶν αἱ φάραγγες. τοὺς δὲ στρατιώτας ἐκέλευσεν ἄλλον ἀλλαχοῦ σκεδασθέντας διπλᾶ καὶ τριπλᾶ πυρὰ ἀνακαῦσαι. οἱ Πελοποννήσιοι τῷ πλήθει τῆς κραυγῆς καὶ τῷ μεγέθει τοῦ ψόφου φενακισθέντες ὡς μεγάλης ἐπικουρίας ἡκούσης αὐτίκα φεύγοντες ᾤχοντο.