Questo appunto di Greco contiene il testo in greco antico e la traduzione in italiano della favole di Esopo intitolata "L'oratore Demade".
Testo in greco antico
Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις ἐκείνων μὴ πάνυ τι αὐτῷ προσεχόντων ἐδεήθη αὐτῶν, ὅπως ἐπιτρέψωσιν αὐτῷ Αἰσώπειον μῦθον εἰπεῖν. τῶν δὲ συγχωρησάντων αὐτῷ ἀρξάμενος ἔλεγε· Δήμητρα καὶ χελιδὼν καὶ ἔγχελυς τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. γενομένων δὲ αὐτῶν κατά τινα ποταμὸν ἡ μὲν χελιδὼν ἀνέπτη, ἡ δὲ ἔγχελυς κατέδυ. καὶ ταῦτα εἰπὼν ἐσιώπησεν. ἐρομένων δὲ αὐτῶν· ἡ οὖν Δήμητρα τί ἔπαθεν; ἔφη· κεχόλωται ὑμῖν, οἵ τινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσωπείων μύθων ἀκούειν ἀνέχεσθε.οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, ὅσοι τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν μᾶλλον αἱροῦνται.