In questo appunto di Greco si presenta, affinché possa essere confrontata con quella svolta autonomamente, la traduzione della versione “Gli animali nelle favole di Esopo” tratta dal libro Gymnasion 1, numero 88, p 104.
Testo in greco
Ἐν τοῖς τοῦ Αἰσώπου μύθοις συχνά λέγεται περὶ τοῦ ἔθους τῶν ζῴων. Ὁ μὲν λύκος λέγεται ὠμὸς εἶναι καὶ ἐπιβουλεύειν τοῖς ἄλλοις ζῴοις , μάλιστα δὲ τοῖς προβάτοις · ὁ δὲ τράγος λέγεται ἀνόητος εἶναι καὶ πολλάκις ὑπὸ τῶν ἄλλων ζῴων ἐξαπατᾶσθαι. Ὁ λέων μὲν θαυμάζεται τῇ εὐγενείᾳ καὶ τῇ βασιλικῇ δυνάμει, ἀλλ’οὐ δολερός ἐστιν, ὅθεν πολλάκις τὰ ἄλλα ζῷα τὰς ἐπιβουλὰς ἐκφεύγει· ἡ δ’ἔλαφος ἐλαφρά ἐστιν, ἐνίοτε δὲ ἐν τῇ φυγῇ τοῖς κέρασιν ἐμποδίζεται καὶ οὕτως ὑπὸ τῶν κυνηγῶν ἁλίσκεται. Ἡ μυῖα μέν, καίπερ μικρά, ὄχλον παρέχει, προσέτι διὰ τὴν ὑπερηφανίαν καυχᾶται τῆς γῆς βασίλεια εἶναι· ὁ κύων δὲ τὰς οἶας φυλάσσει, ἢ τὸν κλοιὸν ἐχθραίνει καὶ τῆς ἐλευθερίας ἕνεκα λιμώσσειν ἀναγκάζεται. Ὁ μύρμηξ μὲν φιλεργὸς λέγεται εἶναι, ὁ τέττιξ δὲ οὐ προνοητικός . Ὁ μὲν Αἴσωπος διὰ τῶν μύθων τὰ τῶν ζῴων ἔθη ἐπαινεῖ ἢ ψέγει· οἱ δὲ ἄνθρωποι τοὺς μύθους ἀναγιγνώσκουσι καὶ εἰς τὴν ἀρετὴν ἐπάγονται.