Frammenti - Libro unico - Frammento 16

ο]ἰ μὲν ἰππήων στρότον οἰ δὲ πέσδων οἰ δὲ νάων φαῖσ' ἐπ[ὶ] γᾶν μέλαι[ν]αν ἔ]μμεναι κάλλιστον, ἔγω δὲ κῆν' ὄτ- [⸏]τω τις ἔραται· 16.5 πά]γχυ δ' εὔμαρες σύνετον πόησαι π]άντι τ[ο]ῦ̣τ', ἀ γὰρ πόλυ περσκέ̣θ̣ο̣ι̣σ̣α κ̣άλ̣λο̣σ̣ [ἀνθ]ρ̣ώπων Ἐλένα [τὸ]ν ἄνδρα [⸏]τ̣ὸν̣ [ ].στον κ̣αλλ[ίποι]σ̣' ἔβα 'ς Τροΐαν πλέοι̣[σα κωὐδ[ὲ πα]ῖδος οὐδὲ φίλων το[κ]ήων π̣ά[μπαν] ἐμνάσθη, ἀλλὰ παράγ̣α̣γ̣' α̣ὔταν [ ]σαν [ ]αμπτον γὰρ [ [ ]...κούφως τ[ ]οη.[.]ν̣ ..]μ̣ε̣ νῦν Ἀνακτορί[ας ὀ]ν̣έ̣μναι- σ' οὐ ] παρεοίσας, τᾶ]ς <κ>ε βολλοίμαν ἔρατόν τε βᾶμα κἀμάρυχμα λάμπρον ἴδην προσώπω ἢ τὰ Λύδων ἄρματα †κανοπλοισι [ μ]άχεντας.
…continua

Frammenti - Libro unico - Frammento 5

Κύπρι καὶ] Νηρήιδες ἀβλάβη[ν μοι τὸν κασί]γνητον δ[ό]τε τυίδ' ἴκεσθα[ι κὤσσα ϝ]ο̣ι̣ θύμωι κε θέληι γένεσθαι πάντα τε]λέσθην, ὄσσα δὲ πρ]όσθ' ἄμβροτε πάντα λῦσα[ι καὶ φίλοις]ι ϝοῖσι χάραν γένεσθαι ....... ἔ]χθροισι, γένοιτο δ' ἄμμι ......μ]ηδ' εἴς· τὰν κασιγ]νήταν δὲ θέλοι πόησθαι̣ [ ]τίμας, [ὀν]ίαν δὲ λύγραν [ ]οτοισι π[ά]ροιθ' ἀχεύων [ ].να
…continua

Frammenti - Libro unico - Frammento 2

δευρυμ†μ̣εκρητα̣σ̣.π[ ].ναῦον ἄγνον ὄππ[αι ] χάριεν μὲν ἄλσος μαλί[αν], βῶμοι †δεμιθυμιάμε- ⸏νοι [λι]βανώτωι· ἐν δ' ὔδωρ ψῦχρον κελάδει δι' ὔσδων μαλίνων, βρόδοισι δὲ παῖς ὀ χῶρος ἐσκίαστ', αἰθυσσομένων δὲ φύλλων ⸏κῶμα †καταγριον· ἐν δὲ λείμων ἰππόβοτος τέθαλε †τω̣τ...ι̣ριννοις† ἄνθεσιν, αἰ δ' ἄηται μέλλιχα πνέοισιν [ [ ] ἔνθα δὴ σὺ στέμ<ματ'> ἔλοισα Κύπρι χρυσίαισιν ἐν κυλίκεσσιν ἄβρως ὀμ<με>μείχμενον θαλίαισι νέκταρ οἰνοχόαισον
…continua

Frammenti - Libro unico - Frammento 1 - Preghiera ad Afrodite

πο]ικιλόθρο[ν' ἀθανάτἈφρόδιτα, παῖ] Δ[ί]ος δολ[όπλοκε, λίσσομαί σε, μή μ'] ἄσαισι [μηδ' ὀνίαισι δάμνα, πότν]ια, θῦ[μον, ἀλλ]ὰ τυίδ' ἔλ[θ', αἴ ποτα κἀτέρωτα τὰ]ς ἔμας αὔ[δας ἀίοισα πήλοι ἔκ]λυες, πάτρο[ς δὲ δόμον λίποισα χ]ρύσιον ἦλθ[ες ἄρ]μ' ὐπασδε[ύξαισα· κάλοι δέ σ' ἆγον ὤ]κεες στροῦ[θοι περὶ γᾶς μελαίνας πύ]κνα δίν[νεντες πτέρ' ἀπ' ὠράνωἴθε- ρο]ς διὰ μέσσω· αἶ]ψα δ' ἐξίκο[ντο· σὺ δ', ὦ μάκαιρα, μειδιαί[σαισ' ἀθανάτωι προσώπωι ἤ]ρε' ὄττ[ι δηὖτε πέπονθα κὤττι δη]ὖτε κ[άλ]η[μμι κ]ὤττι [μοι μάλιστα θέλω γένεσθαι μ]αινόλαι [θύμωι· τίνα δηὖτε πείθω .].σάγην [ἐς σὰν φιλότατα; τίς σ', ὦ Ψά]πφ', [ἀδικήει; κα]ὶ γ[ὰρ αἰ φεύγει, ταχέως διώξει, <αἰ δὲ δῶρα μὴ δέκετ', ἀλλὰ δώσει,> <αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει> <κωὐκ ἐθέλοισα.> <ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον> <ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι> <θῦμος ἰμέρρει, τέλεσον, σὺ δ' αὔτα> <σύμμαχος ἔσσο.> .ρανοθεν κατιου[ς-
…continua