Frammenti - Libro unico - Frammento 168b
δέδυκε μὲν ἁ σελάνα
καὶ Πληϊάδες, μέσαι δὲ
νύκτες, παρὰ δ' ἔρχεθ' ὥρα·
ἐγὼ δὲ μόνα καθεύδω.
…continua
Frammenti - Libro unico - Frammento 115
τίωι σ', ὦ φίλε γάμβρε, κάλως ἐικάσδω;
ὄρπακι βραδίνωι σε μάλιστ' ἐικάσδω.
…continua
Frammenti - Libro unico - Frammento 114
παρθενία, παρθενία, ποῖ με λίποισα †οἴχηι;
†οὐκέτι ἤξω πρὸς σέ, οὐκέτι ἤξω†.
…continua
Frammenti - Libro unico - Frammento 112
ὄλβιε γάμβρε, σοὶ μὲν δὴ γάμος ὠς ἄραο
ἐκτετέλεστ', ἔχηις δὲ πάρθενον †ἂν† ἄραο ...
σοὶ χάριεν μὲν εἶδος, ὄππατα δ' ...
μέλλιχ', ἔρος δ' ἐπ' ἰμέρτωι κέχυται προσώπωι
......... τετίμακ' ἔξοχά σ' Ἀφροδίτα
…continua
Frammenti - Libro unico - Frammento 111
ἴψοι δὴ τὸ μέλαθρον·
ὐμήναον·
ἀέρρετε τέκτονες ἄνδρες·
ὐμήναον.
γάμβρος †εἰσέρχεται ἴσος† Ἄρευι,
ἄνδρος μεγάλω πόλυ μέζων.
…continua
Frammenti - Libro unico - Frammento 110
θυρώρωι πόδες ἐπτορόγυιοι,
τὰ δὲ σάμβαλα πεμπεβόηα,
πίσσυγγοι δὲ δέκ' ἐξεπόναισαν
…continua
Frammenti - Libro unico - Frammento 105a
οἶον τὸ γλυκύμαλον ἐρεύθεται ἄκρωι ἐπ' ὔσδωι,
ἄκρον ἐπ' ἀκροτάτωι, λελάθοντο δὲ μαλοδρόπηες,
οὐ μὰν ἐκλελάθοντ', ἀλλ' οὐκ ἐδύναντ' ἐπίκεσθαι
…continua
Frammenti - Libro unico - Frammento 104a
Ἔσπερε πάντα φέρων ὄσα φαίνολις ἐσκέδασ' Αὔως,
†φέρεις ὄιν, φέρεις αἶγα, φέρεις ἄπυ† μάτερι παῖδα.
…continua
Frammenti - Libro unico - Frammento 132
ἔστι μοι κάλα πάις χρυσίοισιν ἀνθέμοισιν
ἐμφέρην ἔχοισα μόρφαν Κλέις ἀγαπάτα,
ἀντὶ τᾶς ἔγωὐδὲ Λυδίαν παῖσαν οὐδ' ἐράνναν ...
…continua
Frammenti - Libro unico - Frammento 94
τεθνάκην δ' ἀδόλως θέλω·
< > ἄ με ψισδομένα κατελίμπανεν
πόλλα καὶ τόδ' ἔειπ.[
ὤιμ' ὠς δεῖνα πεπ[όνθ]αμεν,
Ψάπφ', ἦ μάν σ' ἀέκοισ' ἀπυλιμπάνω.
τὰν δ' ἔγω τάδ' ἀμειβόμαν·
χαίροισ' ἔρχεο κἄμεθεν
μέμναισ', οἶσθα γὰρ ὤς σε πεδήπομεν·
αἰ δὲ μή, ἀλλά σ' ἔγω θέλω
ὄμναισαι[...₍.₎].[..₍.₎]..αι
..[ ] καὶ κάλ' ἐπάσχομεν·
πο̣[ ]οις ἴων
καὶ βρ[όδων ]κ̣ίων τ' ὔμοι
κα..[ ] πὰρ ἔμοι περεθήκαο
καὶ πό̣[λλαις ὐπα]θύμιδας
πλέκ[ταις ἀμφ' ἀ]πάλαι δέραι
ἀνθέων .[ ] πεποημμέναις
καὶ π.....[ ]. μύρωι
βρενθείωι̣.[ ]ρ̣υ[..]ν
< >ἐξαλείψαο κα̣[ὶ βας]ι̣ληίωι
καὶ στρώμν[αν ἐ]πὶ μολθάκαν
ἀπάλαν πα.[ ]...ων
ἐξίης πόθο̣[ ].νίδων
κωὔτε τις[ ]..τι
ἶρον οὐδυ[ ]
< >ἔπλετ' ὄππ̣[οθεν ἄμ]μες ἀπέσκομεν,
οὐκ ἄλσος .[ ].ρος
[ ]ψοφος
< >[ ]...οιδιαι
…continua
Frammenti - Libro unico - Frammento 55
κατθάνοισα δὲ κείσηι οὐδέ ποτα μναμοσύνα σέθεν
ἔσσετ' οὐδὲ †ποκ'†ὔστερον· οὐ γὰρ πεδέχηις βρόδων
τὼν ἐκ Πιερίας· ἀλλ' ἀφάνης κἀν Ἀίδα δόμωι
φοιτάσηις πεδ' ἀμαύρων νεκύων ἐκπεποταμένα.
…continua
Frammenti - Libro unico - Frammento 49
ἠράμαν μὲν ἔγω σέθεν, Ἄτθι, πάλαι ποτά ....
σμίκρα μοι πάις ἔμμεν' ἐφαίνεο κἄχαρις.
…continua
Frammenti - Libro unico - Frammento 131
Ἄτθι, σοὶ δ' ἔμεθεν μὲν ἀπήχθετο
φροντίσδην, ἐπὶ δ' Ἀνδρομέδαν πόται
…continua
Frammenti - Libro unico - Frammento 130
Ἔρος δηὖτέ μ' ὀ λυσιμέλης δόνει,
γλυκύπικρον ἀμάχανον ὄρπετον
…continua
Frammenti - Libro unico - Frammento 102
γλύκηα μᾶτερ, οὔτοι δύναμαι κρέκην τὸν ἴστον
πόθωι δάμεισα παῖδος βραδίναν δι' Ἀφροδίταν
…continua
Frammenti - Libro unico - Frammento 96
[ ]σαρδ.[..]
[ ⸏πόλ]λακι τυίδε̣ [ν]ῶν ἔχοισα
ὠσπ.[...].ώομεν, .[...]..χ[..]
σε †θεασικελαν ἀρι-
γνωτασε† δὲ μάλιστ' ἔχαιρε μόλπαι̣·
νῦν δὲ Λύδαισιν ἐμπρέπεται γυναί-
κεσσιν ὤς ποτ' ἀελίω
δύντος ἀ βροδοδάκτυλος †μήνα
πάντα περ<ρ>έχοισ' ἄστρα· φάος δ' ἐπί-
σχει θάλασσαν ἐπ' ἀλμύραν
ἴσως καὶ πολυανθέμοις ἀρούραις·
ἀ δ' <ἐ>έρσα κάλα κέχυται τεθά-
λαισι δὲ βρόδα κἄπαλ' ἄν-
θρυσκα καὶ μελίλωτος ἀνθεμώδης·
πόλλα δὲ ζαφοίταισ' ἀγάνας ἐπι-
μνάσθεισ' Ἄτθιδος ἰμέρωι
< >λέπταν ποι φρένα κ[.]ρ̣... βόρηται
…continua
Frammenti - Libro unico - Frammento 47
Ἔρος δ' ἐτίναξέ μοι
φρένας, ὠς ἄνεμος κὰτ ὄρος δρύσιν ἐμπέτων.
…continua
Frammenti - Libro unico - Frammento 48
ἦλθες, †καὶ† ἐπόησας, ἔγω δέ σ' ἐμαιόμαν,
ὂν δ' ἔψυξας ἔμαν φρένα καιομέναν πόθωι.
…continua
Frammenti - Libro unico - Frammento 34
ἄστερες μὲν ἀμφὶ κάλαν σελάνναν
ἂψ ἀπυκρύπτοισι φάεννον εἶδος,
ὄπποτα πλήθοισα μάλιστα λάμπηι
γᾶν ...
…continua
Frammenti - Libro unico - Frammento 31
φαίνεταί μοι κῆνος ἴσος θέοισιν
ἔμμεν' ὤνηρ, ὄττις ἐνάντιός τοι
ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί-
σας ὐπακούει
καὶ γελαίσας ἰμέροεν, τό μ' ἦ μὰν
καρδίαν ἐν στήθεσιν ἐπτόαισεν,
ὠς γὰρ ἔς σ' ἴδω βρόχε' ὤς με φώναι-
σ' οὐδ' ἒν ἔτ' εἴκει,
ἀλλ' ἄκαν μὲν γλῶσσα †ἔαγε λέπτον
δ' αὔτικα χρῶι πῦρ ὐπαδεδρόμηκεν,
ὀππάτεσσι δ' οὐδ' ἒν ὄρημμ', ἐπιρρόμ-
βεισι δ' ἄκουαι,
†έκαδε μ' ἴδρως ψῦχρος κακχέεται† τρόμος δὲ
παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας
ἔμμι, τεθνάκην δ' ὀλίγω 'πιδεύης
φαίνομ' ἔμ' αὔται·
ἀλλὰ πὰν τόλματον ἐπεὶ †καὶ πένητα†
…continua