Tragedie - Antigone - Versi 891 - 915
ΑΝ. Ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς
οἴκησις αἰείφρουρος, οἷ πορεύομαι
πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς
πλεῖστον δέδεκται Φερσέφασσ' ὀλωλότων,
895ὧν λοισθία 'γὼ καὶ κάκιστα δὴ μακρῷ
κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.
Ἐλθοῦσα μέντοι κάρτ' ἐν ἐλπίσιν τρέφω
φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,
μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·
900ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ
ἔλουσα κἀκόσμησα κἀπιτυμβίους
χοὰς ἔδωκα· νῦν δέ, Πολύνεικες, τὸ σὸν
δέμας περιστέλλουσα τοιάδ' ἄρνυμαι.
Καίτοι σ' ἐγὼ 'τίμησα τοῖς φρονοῦσιν εὖ.
905Οὐ γάρ ποτ' οὔτ' ἂν εἰ τέκνων μήτηρ ἔφυν
οὔτ' εἰ πόσις μοι κατθανὼν ἐτήκετο,
βίᾳ πολιτῶν τόνδ' ἂν ᾐρόμην πόνον.
Τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;
πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,
910καὶ παῖς ἀπ' ἄλλου φωτός, εἰ τοῦδ' ἤμπλακον·
μητρὸς δ' ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν
οὐκ ἔστ' ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.
Τοιῷδε μέντοι σ' ἐκπροτιμήσασ' ἐγὼ
νόμῳ, Κρέοντι ταῦτ' ἔδοξ' ἁμαρτάνειν
915καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα.
…continua
Tragedie - Edipo a Colono - Versi 203 - 225
{ΧΟ.} Ὦ τλάμων, ὅτε νῦν χαλᾷς,
αὔδασον, τίς ἔφυς βροτῶν;
τίς ὁ πολύπονος ἄγῃ; τίν' ἂν
σοῦ πατρίδ' ἐκπυθοίμαν;
{ΟΙ.} Ὦ ξένοι, ἀπόπτολις· ἀλλὰ μὴ –
{ΧΟ.} Τί τόδ' ἀπεννέπεις, γέρον;
{ΟΙ.} μή, μή μ' ἀνέρῃ τίς εἰμι,
μηδ' ἐξετάσῃς πέρα ματεύων.
{ΧΟ.} Τί τόδ';
{ΟΙ.} Αἰνὰ φύσις.
{ΧΟ.} Αὔδα.
{ΟΙ.} Τέκνον, ὤμοι, τί γεγώνω;
{ΧΟ.} Τίνος εἶ σπέρματος, <ὦ>
ξένε, φώνει, πατρόθεν;
{ΟΙ.} Ὤμοι ἐγώ, τί πάθω, τέκνον ἐμόν;
{ΑΝ.} Λέγ', ἐπείπερ ἐπ' ἔσχατα βαίνεις.
{ΟΙ.} Ἀλλ' ἐρῶ· οὐ γὰρ ἔχω κατακρυφάν.
{ΧΟ.} Μακρὰ μέλλετον, ἀλλὰ τάχυνε.
{ΟΙ.} Λαΐου ἴστε τιν' ἔκγονον;
{ΧΟ.} Ἰού.
{ΟΙ.} Τό τε Λαβδακιδᾶν γένος;
{ΧΟ.} Ὦ Ζεῦ.
{ΟΙ.} Ἄθλιον Οἰδιπόδαν;
{ΧΟ.} Σὺ γὰρ ὅδ' εἶ;
{ΟΙ.} Δέος ἴσχετε μηδὲν ὅσ' αὐδῶ.
{ΧΟ.} Ἰώ, ὢ ὤ.
{ΟΙ.} Δύσμορος.
{ΧΟ.} Ὢ ὤ.
{ΟΙ.} Θύγατερ, τί ποτ' αὐτίκα κύρσει;
…continua
Tragedie - Edipo a Colono - Versi 226 - 253
{ΧΟ.} Ἔξω πόρσω βαίνετε χώρας.
{ΟΙ.} Ἃ δ' ὑπέσχεο ποῖ καταθήσεις;
{ΧΟ.} Οὐδενὶ μοιριδία τίσις ἔρχεται
ὧν προπάθῃ τὸ τίνειν· ἀπάτα δ' ἀπά-
ταις ἑτέραις ἑτέρα παραβαλλομέ-
να πόνον, οὐ χάριν, ἀντιδίδωσιν ἔ-
χειν. Σὺ δὲ τῶνδ' ἑδράνων πάλιν ἔκτοπος
αὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε,
μή τι πέρα χρέος
ἐμᾷ πόλει προσάψῃς.
{ΑΝ.} Ὦ ξένοι αἰδόφρονες,
ἀλλ' ἐπεὶ γεραὸν πατέρα
τόνδ' ἐμὸν οὐκ ἀνέτλατ', ἔργων
ἀκόντων ἀΐοντες αὐδάν,
ἀλλ' ἐμὲ τὰν μελέαν, ἱκετεύομεν,
ὦ ξένοι, οἰκτίραθ', ἃ
πατρὸς ὑπὲρ τού<του> μόνου ἄντομαι,
ἄντομαι οὐκ ἀλαοῖς προσορωμένα
ὄμμα σὸν ὄμμασιν, ὥς τις ἀφ' αἵματος
ὑμετέρου προφανεῖσα, τὸν ἄθλιον
αἰδοῦς κῦρσαι· ἐν ὔμμι γὰρ ὡς θεῷ
κείμεθα τλάμονες· ἀλλ' ἴτε, νεύσατε
τὰν ἀδόκητον χάριν.
Πρός σ' ὅ τι σοι φίλον ἐκ σέθεν ἄντομαι,
ἢ τέκνον ἢ λέχος ἢ χρέος ἢ θεός·
οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν,
εἰ θεὸς ἄγοι,
ἐκφυγεῖν δύναιτο.
…continua
Tragedie - Edipo a Colono - Versi 1 - 25
{ΟΙΔΙΠΟΥΣ}
Τέκνον τυφλοῦ γέροντος, Ἀντιγόνη, τίνας
χώρους ἀφίγμεθ' ἢ τίνων ἀνδρῶν πόλιν;
τίς τὸν πλανήτην Οἰδίπουν καθ' ἡμέραν
τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν,
σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ μικροῦ δ' ἔτι
μεῖον φέροντα, καὶ τόδ' ἐξαρκοῦν ἐμοί;
στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν
μακρὸς διδάσκει, καὶ τὸ γενναῖον τρίτον.
Ἀλλ', ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις
ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν,
στῆσόν με κἀξίδρυσον, ὡς πυθοίμεθα
ὅπου ποτ' ἐσμέν· μανθάνειν γὰρ ἥκομεν
ξένοι πρὸς ἀστῶν, ἃν <δ'> ἀκούσωμεν τελεῖν.
{ΑΝΤΙΓΟΝΗ}
Πάτερ ταλαίπωρ' Οἰδίπους, πύργοι μὲν οἳ
πόλιν στέγουσιν, ὡς ἀπ' ὀμμάτων, πρόσω·
χῶρος δ' ὅδ' ἱρός, ὡς σάφ' εἰκάσαι, βρύων
δάφνης, ἐλαίας, ἀμπέλου· πυκνόπτεροι δ'
εἴσω κατ' αὐτὸν εὐστομοῦσ' ἀηδόνες·
οὗ κῶλα κάμψον τοῦδ' ἐπ' ἀξέστου πέτρου·
μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν.
{ΟΙ.} Κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν.
{ΑΝ.} Χρόνου μὲν οὕνεκ' οὐ μαθεῖν με δεῖ τόδε.
{ΟΙ.} Ἔχεις διδάξαι δή μ' ὅποι καθέσταμεν;
{ΑΝ.} Τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ.
{ΟΙ.} Πᾶς γάρ τις ηὔδα τοῦτό γ' ἡμὶν ἐμπόρων.
…continua