Frammenti - Callino - Frammento 1 - Esortazione al valore

μέχρις τέο κατάκεισθε; κότ' ἄλκιμον ἕξετε θυμόν,    ὦ νέοι; οὐδ' αἰδεῖσθ' ἀμφιπερικτίονας ὧδε λίην μεθιέντες; ἐν εἰρήνηι δὲ δοκεῖτε    ἧσθαι, ἀτὰρ πόλεμος γαῖαν ἅπασαν ἔχει ........    καί τις ἀποθνήσκων ὕστατ' ἀκοντισάτω. τιμῆέν τε γάρ ἐστι καὶ ἀγλαὸν ἀνδρὶ μάχεσθαι    γῆς πέρι καὶ παίδων κουριδίης τ' ἀλόχου δυσμενέσιν· θάνατος δὲ τότ' ἔσσεται, ὁππότε κεν δὴ    Μοῖραι ἐπικλώσωσ'. ἀλλά τις ἰθὺς ἴτω   ἔγχος ἀνασχόμενος καὶ ὑπ' ἀσπίδος ἄλκιμον ἦτορ    ἔλσας, τὸ πρῶτον μειγνυμένου πολέμου. οὐ γάρ κως θάνατόν γε φυγεῖν εἱμαρμένον ἐστὶν    ἄνδρ', οὐδ' εἰ προγόνων ἦι γένος ἀθανάτων. πολλάκι δηϊοτῆτα φυγὼν καὶ δοῦπον ἀκόντων   ἔρχεται, ἐν δ' οἴκωι μοῖρα κίχεν θανάτου, ἀλλ' ὁ μὲν οὐκ ἔμπης δήμωι φίλος οὐδὲ ποθεινός·    τὸν δ' ὀλίγος στενάχει καὶ μέγας ἤν τι πάθηι· λαῶι γὰρ σύμπαντι πόθος κρατερόφρονος ἀνδρὸς    θνήσκοντος, ζώων δ' ἄξιος ἡμιθέων·  ὥσπερ γάρ μιν πύργον ἐν ὀφθαλμοῖσιν ὁρῶσιν·    ἔρδει γὰρ πολλὼν ἄξια μοῦνος ἐών.
…continua

Frammenti - Mimnermo - Frammento 1

τίς δὲ βιος, τί δὲ τερπνὸν ἄτερ χρυσῆς Ἀφροδίτης; τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι, κρυπταδίη φιλότης καὶ μείλιχα δῶρα καὶ εὐνή˙ οἷ' ἥβης ἄνθεα γίγνεται ἁρπαλέα ἀνδράσιν ἠδὲ γυναιξίν˙ ἐπεὶ δ' ὀδυνηρὸν ἐπέλθηι γῆρας, ὅ τ' αἰσχρὸν ὁμῶς καὶ κακὸν ἄνδρα τιθεῖ, αἰεί μιν φρένας ἀμφὶ κακαὶ τείρουσι μέριμναι, οὐ δ' αὐγὰς προσορῶν τέρπεται ἠελίου, ἀλλ' ἐχθρὸς μὲν παισίν ἀτίμαστος δὲ γυναιξίν˙ οὕτως ἀργαλέον γῆρας ἔθηκε θεός.
…continua

Frammenti - Mimnermo - Frammento 2

ἡμεῖς δ' οἷά τε φύλλα φύει πολυάνθεμος ὥρη ἔαρος, ὅτ' αἶψ' αὐγῆι<σ'> αὔξεται ἠελίου, τοῖσ' ἴκελοι πήχυιον ἐπὶ χρόνον ἄνθεσιν ἥβης τερπόμεθα, πρὸς θεῶν εἰδότες οὔτε κακόν οὔτ' ἀγαθόν˙ Κῆρες δὲ παρεστήκασι μέλαιναι, ἡ μὲν ἔχουσα τέλος γήραος ἀργαλέου, ἡ δ' ἑτέρη θανάτοιο˙ μίνυνθα δὲ γίγνεται ἥβης καρπός, ὅσον τ' ἐπὶ γῆν κίδναται ἠέλιος. αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος παραμείψεται ὥρης, αὐτίκα δὲ τεθνάναι βέλτιον ἢ βίοτος˙ πολλὰ γὰρ ἐν θυμῶι κακὰ γίγνεται˙ ἄλλοτε οἶκος τρυχοῦται, πενίης δ' ἔργ' ὀδυνηρὰ πέλει˙ ἄλλος δ' αὖ παίδςν ἐπιδεύεται, ὧν τε μάλιστα ἱμείρων κατὰ γῆς ἔρχεται εἰς Ἀίδην˙ ἄλλος νοῦσον ἔχει θυμοφθόρον˙ οὐ δέ τίς ἐστιν ἀνθρώπων, ὧι Ζεὺς μὴ κακὰ πολλὰ διδοῖ.
…continua

Frammenti - Mimnermo - Frammento 12

Ἠέλιος μὲν γὰρ πόνον ἔλλαχεν ἤματα πάντα, οὐ δέ κοτ' ἄμπαυσις γίγνεται οὐδεμία ἵπποισίν τε καὶ αὐτῶι, ἐπηὶ ῥοδοδάκτυλος Ἠώς Ὠκεανὸν προλιποῦσ' οὐρανὸν εἰσαναβῆι˙ τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή κο<ι>ίλη Ἡφαίστου χερσὶν ἐληλαμένη χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ' ὕδωρ εὕδονθ' ἁρπαλέως χώρου ἀφ' Ἑσπερίδων γαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποι ἑστᾶσ' , ὄφρ' Ἠὼς ἠριγένεια μόληι. ἔνθ' ἐπεβή<σεθ' ἑ>ῶν ὀχέων Ὑπερίονος υἱός.
…continua

Frammenti - Solone - Frammento 20

‹"ἑξηκονταέτη μοῖρα κίχοι θανάτου."› ἀλλ' εἴ μοι καὶ νῦν ἔτι πείσεαι, ἔξελε τοῦτο ‑ μηδὲ μέγαιρ', ὅτι σέο λῶιον ἐπεφρασάμην ‑ καὶ μεταποίησον Λιγιαστάδη, ὧδε δ' ἄειδε· "ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου".
…continua

Frammenti - Tirteo - Frammento 10

τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα ἄνδρ' ἀγαθὸν περὶ ᾑ πατρίδι μαρνάμενον, τὴν δ' αὑτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγρούς πτωχεύειν πάντων ἔστ' ἀνιηρότατον, πλαζόμενον σὺν μητρὶ φίλῃ καὶ πατρὶ γέροντι παισί τε σὺν μικροῖς κουριδίηι τ' ἀλόχῳ. ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται, οὕς κεν ἵκηται χρησμοσύνῃ τ' εἴκων καὶ στυγερῆι πενίηι, αἰσχύνει τε γένος, κατὰ δ' ἀγλαὸν εἶδος ἐλέγχει, πᾶσα δ' ἀτιμίη καὶ κακότης ἕπεται. εἰ δ' οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμί' ὤρη γίγνεται οὔτ' αἰιδὼς, οὔτ' ὀπίσω γένεος, θυμῶι γῆς περὶ τῆσδε μαχώμεθα καὶ περὶ παίδων θνήσκωμεν ψυχέων μηκέτι φειδόμενοι. ὦ νέοι, ἀλλὰ μάχεσθε παρ' ἀλλήλοισι μένοντες, μὴ δὲ φυγῆς αἰσχρῆς ἄρχετε μηδὲ φόβου, ἀλλὰ μέγαν ποιεῖσθε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν μὴ δὲ φιλοψυχεῖτ' ἀνδράσι μαρνάμενοι˙ τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατ' ἐλαφρά, μὴ καταλείποντες φεύγετε, τοὺς γεραιούς. αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντα κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον, ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον, θυμὸν ἀποπνείοντ' ἄλκιμον ἐν κονίηι, αἱματόεντ' αἰδοῖα φίλαισ' ἐν χερσὶν ἔχοντα - αἰσχρὰ τά γ' ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν - καὶ χρόα γυμνωθέντα˙ νέοισι δὲ πάντ' ἐπέοικεν, ὄφρ' ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχηι˙ ἀνδράσι μὲν θηητὸς ἰδεῖν, ἐρατὸς δὲ γυναιξίν ζωὸς ἐών, καλὸς δ' ἐν προμάχοισι πεσών. ἀλλὰ τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισιν στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών.
…continua

Frammenti - Tirteo - Frammento 6

ὥσπερ ὄνοι μεγάλοις ἄχθεσι τειρόμενοι, δεσποσύνοισι φέροντες ἀναγκαίης ὕπο λυγρῆς ἥμισυ παντὸς ὅσον καρπὸν ἄρουρα φέρει.
…continua

Frammenti - Tirteo - Frammento 7

δεσπότᾶς οἰμώζοντες ὁμῶς ἄλοχοί τε καὶ αὐτοί, εὖτε τιν᾽ οὐλομένη μοῖρα κίχοι θανάτου.
…continua