Versioni - Varie - Versione Vecchia e medico

Γραῖα νοσούσα τοὺς ὀφθαλμούς ἰατρὸν ἐπὶ μισθῷ παρεκάλει. Ὁ δὲ ἐφ’ ἡμέρᾳ ἑκάστῃ εἰσῄει εἰς τὴν οἰκίαν αὐτῆς ὅπως ιῷτο, καὶ ἐκείνης συμμυούσης τὰ σκεύη τῆς οἰκίας ὑφῃρεῖτο. Ἐπειδὴ αὐτὴν ἰασᾶτο (ἀλλὰ δὲ καὶ πάντα τὰ σκεύη ἐξεφόρει), ἀπῄτει τὸν μισθόν. Ἐπεὶ δ’ ἡ γραῖα οὐκ ἐβούλετο, αὐτὴν ἦγεν ὁ ἰατρὸς ἐπὶ τοὺς δικαστάς. Ἡ δὲ ἔλεγε τὸν μισθὸν ὑπεσχῆσθαι, ἐὰν θεραπεύσῃ ὁ ἰατρὸς αὐτῆς τοὺς ὀφθαλμούς· «Ἀλλὰ» ἔφη «τότε μὲν ἔβλεπον πάντα τὰ σκεύη, νῦν δ’ουδὲν ὁρᾶν δύναμαι».
…continua

Versioni - Varie - Versione Viaggi di Licurgo

πρῶτον μὲν εἰς Κρήτην ἀφίκετο: καὶ τὰς αὐτόθι πολιτείας κατανοήσας καὶ συγγενόμενος τοῖς πρωτεύουσι κατὰ δόξαν ἀνδράσι, τὰ μὲν ἐζήλωσε καὶ παρέλαβε τῶν νόμων, ὡς οἴκαδε μετοίσων καὶ χρησόμενος, ἔστι δ̓ ὧν κατεφρόνησεν.ἀπὸ δὲ τῆς Κρήτης ὁ Λυκοῦργος ἐπὶ Ἀσίαν ἔπλευσε, βουλόμενος, ὡς λέγεται, ταῖς Κρητικαῖς διαίταις, εὐτελέσιν οὔσαις καὶ αὐστηραῖς, τὰς Ἰωνικὰς πολυτελείας καὶ τρυφάς, ὥσπερ ἰατρὸς σώμασιν ὑγιεινοῖς ὕπουλα καὶ νοσώδη, παραβαλὼν ἀποθεωρῆσαι τὴν διαφορὰν τῶν βίων καὶ τῶν πολιτειῶν, ἐκεῖ δὲ καὶ τοῖς Ὁμήρου ποιήμασιν ἐντυχὼν πρῶτον, ὡς ἔοικε, παρὰ τοῖς ἐκγόνοις τοῖς Κρεοφύλου διατηρουμένοις, καὶ κατιδὼν ἐν αὐτοῖς τῆς πρὸς ἡδονὴν καὶ ἀκρασίαν διατριβῆς τὸ πολιτικὸν καὶ παιδευτικὸν οὐκ ἐλάττονος ἄξιον σπουδῆς ἀναμεμιγμένον, ἐγράψατο προθύμως καὶ συνήγαγεν ὡς δεῦρο κομιῶν. ἦν γάρ τις ἤδη δόξα τῶν ἐπῶν ἀμαυρὰ παρὰ τοῖς Ἕλλησιν, ἐκέκτηντο δὲ οὐ πολλοὶ μέρη τινά, σποράδην τῆς ποιήσεως, ὡς ἔτυχε, διαφερομένης γνωρίμην δὲ αὐτὴν καὶ μάλιστα πρῶτος ἐποίησε Λυκοῦργος. Αἰγύπτιοι δὲ καὶ πρὸς αὑτοὺς ἀφικέσθαι τὸν Λυκοῦργον οἴονται, καὶ τὴν ἀπὸ τῶν ἄλλων γενῶν τοῦ μαχίμου διάκρισιν μάλιστα θαυμάσαντα μετενεγκεῖν εἰς τὴν Σπάρτην.
…continua

Versioni - Varie - Versione Ermes e lo scultore

'Ερμῆς βουλόμενος μανθάνειν ἐν τίνι τιμῇ παρὰ τοῖς ἀνθρώποις ἐστίν, ἦκεν ἐφομοιούμενος ᾀνθρώπῳ εἰς ἀγαλματοποιοῦ ἐργαστήριον. Καὶ θεώμενος Διὸς ἄγαλμα ἐπυνθάνετο πόσου πιπράσκοιτο. Λέγοντος δὲ τοῦ αγαλματοποιοῦ ὅτι δράχμης, ἐγέλα και ἠρώτα τὸ τῆς Ἥρας πόσου πιπράσκοιτο. Λέγοντος δὲ αὐτοῦ ἔτι μείζονος, ὁ Ἑρμῆς ἐθεᾶτο καὶ τò αὑτοῦ ἄγαλμα καὶ ὑπελάμβανεν ὅτι οἱ ἄνθρωποι, ἐπειδὴ καὶ ἄγγελός ἐστι τῶν θεῶν καὶ ἐπικερδῆς, περì πολλοῦ αυτòν ποιοῖντο. Διόπερ ἐπυνθάνετο ὁ θεòς πόσου τò τοῦ Ἑρμοῦ πωλοίη, και ὁ ἀγαλματοποιòς ἔλεγεν : « Ἀλλ' εἰ τòν Δία και την Ἥραν ἀγοραζεις, τòν Ἑρμῆν προσθήκην μέλλεις ἔχειν ». Ὁ λόγος ἀρμόζει πρòς ἄνδρα κενόδοξον, ἐν εὐδεμίᾳ τιμῇ παρὰ ἄλλοις ὄντα.
…continua

Versioni - Varie - Versione Asino e asinaio

Ὄνος ὑπὸ ὀνηλάτου ἄγεται.Τὸ μὲν πρῶτον κατὰ τὴν ὁδὸν προέρχεται, ἔπειτα δὲ τὴν λείαν κέλευθον ἀπολείπει, διὰ κρημνῶν ἀναβαίνει καὶ κατακρημνίζεσθαι μέλλει.Ὁ δ' ὀνηλάτης ἐπιλαμβάνεται τῆς οὐρᾶς καὶ σπουδάζει ἀπὸ τοῦ κινδύνου τὸ ζῷον ἀπαλλάσσειυ, ἀλλ' ὁ ὄνος δυστράπελος εὐτόνω ἀντέχει. Τότε ὁ δεσπότης τὸ ζῷον καταλείπει καὶ λέγει˙<< Νίκα(=νίκαε), εἰ βούλη˙κακὴν γὰρ νίκην νίκᾷς(=νικάεις) >>.
…continua

Versioni - Varie - Versione Discepolo insistente

Ἀντισθένες ὁ φιλόσοφος τοὺς μέν νεανίας προὔτρεπεν ἐπὶ φιλοσοφίαν, οἱ δὲ νεανίαι οὐ προσεῖχον αὐτῷ· τέλος δ’οὖν ἠγανάκτει οὐδ’ ἔτι νεανίας προσδέχεσθαι ἠβούλετο. Καί Διογένην οὖν ἤλαυνεν ἀπὸ τῆς συνουσίας αὑτοῦ. Ἀλλὰ δ’ ἦν καρτερικὸς ὁ Διογένης οὐδ’ ἀπήρχετο, καὶ ἤδη καὶ τῇ βακτερίᾳ καθικνεῖσθαι ὁ Ἀντισθένης αὐτοῦ ἠπεὶλει· καί ποτε καὶ ἔπαιε κατὰ τῆς κεφαλῆς. Ὁ δὲ οὐκ ἀπηλλάττετο, ἀλλ’ ἔτι μᾶλλον εἵπετο φιλοπόνως, καὶ ἔλεγε· «Σὺ μὲν παῖε, εἰ βούλῃ, ἐγὼ δὲ προτείνω τὴν κεφαλήν· καὶ οὐκ ἄν οὕτως ἐξευρίσκοις βακτηρίαν σκληράν, ὥστε με ἀπελαύνειν τῶν διατριβῶν τῶν σῶν».
…continua

Versioni - Varie - Versione Uccisione di Caco

Οἱ δὲ Ἀβοριγῖνες καὶ τῶν Ἀρκάδων οἱ τὸ Παλλάντιον κατοικοῦντες, ὡς τοῦ Κάκου τὸν θάνατον ἒγνωσαν τοῦ λῃστοῦ, μέγα εὐτύχημα τὴν ἀποβολήν ἐποιοῦντο καὶ ἦχον οἱ βασιλεῖς αὐτῶν ἐπὶ ξένια τὸν Ἡρακλέα καλοῦντες. Ἀγασθεὶς δὲ τοὺς ἀνθρώπους τῆς φιλοξενίας, Ἠρακλὴς τὸν δῆμον ἑστιάσει ὑποδέχεται θύσας τῶν βοῶν τινας καὶ τῆς ἂλλης λείας τάς δεκάτας ἐξελῶν. Ὁ δὲ βωμὸς, ἐφ οὗ τὰς δεκάτας ἀπέθυσεν Ἡρακῆς, καλεῖται μὲν ὑπὸ Ῥωμαίων Μέγιστος, ἒστι δὲ τῆς Βοαρίας λεγομένης ἀγορὰς πλησίον, ἁγιστευόμενος εἰ καὶ τις ἂλλος ὑπὸ τῶν ἐπιχωρίων˙ ὃρκοι τε γάρ ἐπ' αὐτῷ γίγνονται καὶ συνθῆκαι τοῖς βουλομένοις βεβαίως τι διαπράττεςθαι.
…continua