Euloghia - Volume unico - Versione Il Giuramento degli Ateniesi

“ὁ δὲ ἀποκτείνας τὸν ταῦτα ποιήσαντα καὶ ὁ συμβουλεύσας ὅσιος ἔστω καὶ εὐαγής. ὀμόσαι δ᾽ Ἀθηναίους ἅπαντας καθ᾽ ἱερῶν τελείων, κατὰ φυλὰς καὶ κατὰ δήμους, ἀποκτενεῖν1 τὸν ταῦτα ποιήσαντα. ὁ δὲ ὅρκος ἔστω ὅδε: “κτενῶ καὶ λόγῳ καὶ ἔργῳ καὶ ψήφῳ καὶ τῇ ἐμαυτοῦ χειρί, ἂν δυνατὸς ὦ, ὃς ἂν καταλύσῃ τὴν δημοκρατίαν τὴν Ἀθήνησι, καὶ ἐάν τις ἄρξῃ τιν᾽ ἀρχὴν καταλελυμένης τῆς δημοκρατίας τὸ λοιπόν, καὶ ἐάν τις τυραννεῖν ἐπαναστῇ ἢ τὸν τύραννον συγκαταστήσῃ.καὶ ἐάν τις ἄλλος ἀποκτείνῃ, ὅσιον αὐτὸν νομιῶ εἶναι καὶ πρὸς θεῶν καὶ δαιμόνων, ὡς πολέμιον κτείναντα τὸν Ἀθηναίων, καὶ τὰ κτήματα τοῦ ἀποθανόντος πάντα ἀποδόμενος ἀποδώσω τὰ ἡμίσεα τῷ ἀποκτείναντι, καὶ οὐκ ἀποστερήσω οὐδέν. ἐὰν δέ τις κτείνων τινὰ τούτων ἀποθάνῃ ἢ ἐπιχειρῶν, εὖ ποιήσω αὐτόν τε καὶ τοὺς παῖδας τοὺς ἐκείνου καθάπερ Ἁρμόδιόν τε καὶ Ἀριστογείτονα καὶ τοὺς ἀπογόνους αὐτῶν. ὁπόσοι δὲ ὅρκοι ὀμώμονται Ἀθήνησιν ἢ ἐν τῷ στρατοπέδῳ ἢ ἄλλοθί που ἐναντίοι τῷ δήμῳ τῷ Ἀθηναίων, λύω καὶ ἀφίημι.” ταῦτα δὲ ὀμοσάντων Ἀθηναῖοι πάντες καθ᾽ ἱερῶν τελείων, τὸν νόμιμον ὅρκον, πρὸ Διονυσίων: καὶ ἐπεύχεσθαι εὐορκοῦντι μὲν εἶναι πολλὰ καὶ ἀγαθά, ἐπιορκοῦντι δ᾽ ἐξώλη αὐτὸν εἶναι καὶ γένος.
…continua

Euloghia - Volume unico - Versione Alessandro e il medico Filippo

Αλεξανδορς δε, ως μεν Αριταβουλω λελεκται, υπο καματου ευοσμεν, οι δε ες τον Κυδνον τον ποταμον λεγουσι ριψαντα νηξασθαι, επιθυμησαντα του υδατος, ιδρωντα και καυμαται εξομενον. (Λεγουσιν) σπασμω τε ουν εχεσθαι ειναι βιωσιμον, Φιλιππον δε Ακαρνανα, ιατρον, ξυνοντα Αλεξανδρω και τα τε αμφι ιατρικην ες τα μαλιστα πιστευομενον και τα αλλα ουκ αδοιμον εν το στρατω οντα, καθηραι εθελειν Αλεξανδρον φαρμακω· και τον κελευειν καθηραι. Τον μεν δη παρασκευαζειν την κυλικα, εν τουτω δε Αλεξανδρω δοθεναι επιστολην παρα Παρμενιωνος φυλαξασθαι Φιλιππον·ακουειν γαρ διεφθαρθαι υπο Δαρειου χρεμασιν ωστε φαρμακω αποκτειναι Αλεξανδρον. Τον δε αναγνοντα την επιστολην και ετι μετα χεριας εχοντα αυτον μεν λαβειν την κυλικα εν η ην το φαρμακον, τον Φιλιππον αναγιγνωσκειν τα παρα του Παρμενιωνος.
…continua