Inni - Inno 1 - Versi 1 - 29 - A Zeus

Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῇσιν ἀείδειν λώϊον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα, Πηλαγόνων ἐλατῆρα, δικασπόλον Οὐρανίδῃσι; πῶς καί νιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον; ἐν δοιῇ μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον. Ζεῦ, σὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι, Ζεῦ, σὲ δ' ἐν Ἀρκαδίῃ· πότεροι, πάτερ, ἐψεύσαντο; ’Κρῆτες ἀεὶ ψεῦσται’· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο· σὺ δ' οὐ θάνες, ἐσσὶ γὰρ αἰεί. ἐν δέ σε Παρρασίῃ Ῥείη τέκεν, ἧχι μάλιστα ἔσκεν ὄρος θάμνοισι περισκεπές· ἔνθεν ὁ χῶρος ἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίης ἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείης ὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες. ἔνθα σ' ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων, αὐτίκα δίζητο ῥόον ὕδατος, ᾧ κε τόκοιο λύματα χυτλώσαιτο, τεὸν δ' ἐνὶ χρῶτα λοέσσαι. Λάδων ἀλλ' οὔπω μέγας ἔρρεεν οὐδ' Ἐρύμανθος, λευκότατος ποταμῶν, ἔτι δ' ἄβροχος ἦεν ἅπασα Ἀζηνίς· μέλλεν δὲ μάλ' εὔυδρος καλέεσθαι αὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτε λύσατο μίτρην, ἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων ἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας, πολλὰ δὲ Καρίωνος ἄνω διεροῦ περ ἐόντος ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δ' ἀνήρ πεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν τε Μετώπην διψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο. καί ῥ' ὑπ' ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη· ’Γαῖα φίλη, τέκε καὶ σύ· τεαὶ δ' ὠδῖνες ἐλαφραί.’
…continua

Inni - Inno 2 - Versi 1 - 31 - Ad Apollo

Οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ, οἷα δ' ὅλον τὸ μέλαθρον· ἑκὰς ἑκὰς ὅστις ἀλιτρός. καὶ δή που τὰ θύρετρα καλῷ ποδὶ Φοῖβος ἀράσσει· οὐχ ὁράᾳς; ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει. αὐτοὶ νῦν κατοχῆες ἀνακλίνασθε πυλάων, αὐταὶ δὲ κληῖδες· ὁ γὰρ θεὸς οὐκέτι μακρήν· οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνασθε. ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλ' ὅτις ἐσθλός· ὅς μιν ἴδῃ, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος. ὀψόμεθ', ὦ Ἑκάεργε, καὶ ἐσσόμεθ' οὔποτε λιτοί. μήτε σιωπηλὴν κίθαριν μήτ' ἄψοφον ἴχνος τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος, εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι, ἑστήξειν δὲ τὸ τεῖχος ἐπ' ἀρχαίοισι θεμέθλοις. ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτ' ἀεργός. εὐφημεῖτ' ἀίοντες ἐπ' Ἀπόλλωνος ἀοιδῇ. εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοί ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου. οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ, ὁππόθ' ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσῃ. καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος, ὅστις ἐνὶ Φρυγίῃ διερὸς λίθος ἐστήρικται, μάρμαρον ἀντὶ γυναικὸς ὀϊζυρόν τι χανούσης. ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν. ὃς μάχεται μακάρεσσιν, ἐμῷ βασιλῆι μάχοιτο· ὅστις ἐμῷ βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο. τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδει, τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται. οὐδ' ὁ χορὸς τὸν Φοῖβον ἐφ' ἓν μόνον ἦμαρ ἀείσει, ἔστι γὰρ εὔυμνος· τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι;
…continua

Inni - Inno 3 - Versi 1 - 35 - Ad Artemide

Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι) ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονται καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι, ἄρχμενοι ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα· ’δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν, καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ, δὸς δ' ἰοὺς καὶ τόξα – ἔα πάτερ, οὔ σε φαρέτρην οὐδ' αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀϊστούς αὐτίκα τεχνήσονται, ἐμοὶ δ' εὐκαμπὲς ἄεμμα· ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα ζώννυσθαι λεγνωτόν, ἵν' ἄγρια θηρία καίνω. δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας, πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους. δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας, αἵ τε μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας ήτ' ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν. δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτ' Ἄρτεμις ἄστυ κάτεισιν· οὔρεσιν οἰκήσω, πόλεσιν δ' ἐπιμείξομαι ἀνδρῶν μοῦνον ὅτ' ὀξείῃσιν ὑπ' ὠδίνεσσι γυναῖκες τειρόμεναι καλέωσι βοηθόον, ᾗσί με Μοῖραι γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν, ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα μήτηρ, ἀλλ' ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.’ ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρός ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας μέχρις ἵνα ψαύσειε. πατὴρ δ' ἐπένευσε γελάσσας, φῆ δὲ καταρρέζων· ‘ὅτε μοι τοιαῦτα θέαιναι τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης χωομένης ἀλέγοιμι. φέρευ, τέκος, ὅσσ' ἐθελημός αἰτίζεις, καὶ δ' ἄλλα πατὴρ ἔτι μείζονα δώσει. τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω, τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι.
…continua

Inni - Inno 4 - Versi 1 - 29 - A Delo

Τὴν ἱερήν, ὦ θυμέ, τίνα χρόνον †ηποτ† ἀείσεις Δῆλον Ἀπόλλωνος κουροτρόφον; ἦ μὲν ἅπασαι Κυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται, εὔυμνοι· Δῆλος δ' ἐθέλει τὰ πρῶτα φέρεσθαι ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα λοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ᾔνεσε πρώτη. ὡς Μοῦσαι τὸν ἀοιδὸν ὃ μὴ Πίμπλειαν ἀείσῃ ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται. Δήλῳ νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων Κύνθιος αἰνήσῃ με φίλης ἀλέγοντα τιθήνης. κείνη δ' ἠνεμόεσσα καὶ ἄτροπος †οἷά θ'† ἁλιπλήξ αἰθυίῃς καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις πόντῳ ἐνεστήρικται· ὁ δ' ἀμφί ἑ πουλὺς ἑλίσσων Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην· τῷ σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο. ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτῃσι λέγεσθαι, ὁππότ' ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθύν νῆσοι ἀολλίζονται, ἀεὶ δ' ἔξαρχος ὁδεύει. ἡ δ' ὄπιθεν Φοίνισσα μετ' ἴχνια Κύρνος ὀπηδεῖ οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων Σαρδώ θ' ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντ' ἐπιβάθρων. κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί, Δῆλος δ' Ἀπόλλωνι· τί δὲ στιβαρώτερον ἕρκος; τείχεα μὲν καὶ λᾶες ὑπὸ ῥιπῆς κε πέσοιεν Στρυμονίου βορέαο· θεὸς δ' ἀεὶ ἀστυφέλικτος· Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν. εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί, ποίῃ ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι;
…continua

Inni - Inno 5 - Versi 1 - 28 - Ad Atena

Ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι, ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπεν· σοῦσθέ νυν, ὦ ξανθαὶ σοῦσθε Πελασγιάδες. οὔποκ' Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις, πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων· οὐδ' ὅκα δὴ λύθρῳ πεπαλαγμένα πάντα φέροισα τεύχεα τῶν ἀδίκων ἦνθ' ἀπὸ γαγενέων, ἀλλὰ πολὺ πράτιστον ὑφ' ἅρματος αὐχένας ἵππων λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων. ὦ ἴτ' Ἀχαιιάδες, καὶ μὴ μύρα μηδ' ἀλαβάστρως (συρίγγων ἀίω φθόγγον ὑπαξόνιον), μὴ μύρα λωτροχόοι τᾷ Παλλάδι μηδ' ἀλαβάστρως (οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ).
…continua

Inni - Inno 6 - Versi 1 - 138 - A Demetra

Τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε, γυναῖκες· ’Δάματερ, μέγα χαῖρε, πολυτρόφε πουλυμέδιμνε.’ τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε, βέβαλοι, μηδ' ἀπὸ τῶ τέγεος μηδ' ὑψόθεν αὐγάσσησθε μὴ παῖς μηδὲ γυνὰ μηδ' ἃ κατεχεύατο χαίταν, μηδ' ὅκ' ἀφ' αὑαλέων στομάτων πτύωμες ἄπαστοι. Ἕσπερος ἐκ νεφέων ἐσκέψατο, πανίκα νεῖται, Ἕσπερος, ὅς τε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν, ἁρπαγίμας ὅκ' ἄπυστα μετέστιχεν ἴχνια κώρας. πότνια, πῶς σε δύναντο πόδες φέρεν ἔστ' ἐπὶ δυθμάς, ἔστ' ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα; οὐ πίες οὔτ' ἄρ' ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα. τρὶς μὲν δὴ διέβας Ἀχελώϊον ἀργυροδίναν, τοσσάκι δ' ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον, τρὶς δ' ἐπὶ Καλλιχόρῳ χαμάδις ἐκαθίσσαο φρητί αὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα. μὴ μὴ ταῦτα λέγωμες ἃ δάκρυον ἄγαγε Δηοῖ· κάλλιον, ὡς πολίεσσιν ἑαδότα τέθμια δῶκε· κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι, ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν· κάλλιον, ὡς (ἵνα καί τις ὑπερβασίας ἀλέηται) π ἰδέσθαι οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον, †τὶν δ' αὐτᾷ† καλὸν ἄλσος ἐποιήσαντο Πελασγοί δένδρεσιν ἀμφιλαφές· διά κεν μόλις ἦνθεν ὀϊστός· ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι, ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δ' ὥστ' ἀλέκτρινον ὕδωρ ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δ' ἐπεμαίνετο χώρῳ ὅσσον Ἐλευσῖνι, Τριόπᾳ θ' ὅσον ὁκκόσον Ἔννᾳ. ἀλλ' ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων, τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά· σεύατ' ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾷ, πάντας δ' ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι, ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας, ἐς δὲ τὸ τᾶς Δάματρος ἀναιδέες ἔδραμον ἄλσος. ἦς δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον, τῷ ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο· ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις. ᾄσθετο Δαμάτηρ, ὅτι οἱ ξύλον ἱερὸν ἄλγει, εἶπε δὲ χωσαμένα· ‘τίς μοι καλὰ δένδρεα κόπτει;’ αὐτίκα Νικίππᾳ, τάν οἱ πόλις ἀράτειραν δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρί στέμματα καὶ μάκωνα, κατωμαδίαν δ' ἔχε κλᾷδα. φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα· ‘τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις, τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι, παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῇ πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις.’ τὰν δ' ἄρ' ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγόν ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα, ’χάζευ’, ἔφα, ‘μή τοι πέλεκυν μέγαν ἐν χροῒ πάξω. ταῦτα δ' ἐμὸν θησεῖ στεγανὸν δόμον, ᾧ ἔνι δαῖτας αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.’ εἶπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν. Δαμάτηρ δ' ἄφατόν τι κοτέσσατο, γείνατο δ' ἁ θεύς· ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατ' Ὀλύμπω. οἱ μὲν ἄρ' ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον, ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες. ἁ δ' ἄλλως μὲν ἔασεν, ἀναγκαίᾳ γὰρ ἕποντο δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δ' ἀπαμείψατ' ἄνακτα· ’ναὶ ναί, τεύχεο δῶμα, κύον κύον, ᾧ ἔνι δαῖτας ποιησεῖς· θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι.’ ἁ μὲν τόσσ' εἰποῖσ' Ἐρυσίχθονι τεῦχε πονηρά. αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμόν αἴθωνα κρατερόν, μεγάλᾳ δ' ἐστρεύγετο νούσῳ. σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις. εἴκατι δαῖτα πένοντο, δυώδεκα δ' οἶνον ἄφυσσον. καὶ γὰρ τᾷ Δάματρι συνωργίσθη Διόνυσος· τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτει. οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον αἰδόμενοι γονέες, προχάνα δ' εὑρίσκετο πᾶσα. ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπ' ἄεθλα Ὀρμενίδαι καλέοντες· ἀπ' ὦν ἀρνήσατο μάτηρ· ‘οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε τέλθος ἀπαιτησῶν ἑκατὸν βόας.’ ἦνθε Πολυξώ, μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί, ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα. τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δακρύοισα· ’νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δ' ἤλασε κάπρος Πίνδον ἀν' εὐάγκειαν, ὁ δ' ἐννέα φάεα κεῖται.’ δειλαία φιλότεκνε, τί δ' οὐκ ἐψεύσαο, μᾶτερ; δαίνυεν εἰλαπίναν τις· ‘ἐν ἀλλοτρίᾳ Ἐρυσίχθων.’ ἄγετό τις νύμφαν· ‘Ἐρυσίχθονα δίσκος ἔτυψεν’, ἢ ‘ἔπεσ' ἐξ ἵππων’, ἢ ‘ἐν Ὄθρυϊ ποίμνι' ἀμιθρεῖ.’ ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστάς ἤσθιε μυρία πάντα· κακὰ δ' ἐξάλλετο γαστήρ αἰεὶ μᾶλλον ἔδοντι, τὰ δ' ἐς βυθὸν οἷα θαλάσσας ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα. ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίῳ ἔνι πλαγγών, καὶ τούτων ἔτι μέζον ἐτάκετο, μέστ' ἐπὶ νεύροις δειλαίῳ ῥινός τε καὶ ὀστέα μῶνον ἐλείφθη. κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δ' ἔστενον αἱ δύ' ἀδελφαί χὠ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι. καὶ δ' αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε, τοῖα τὸν οὐκ ἀίοντα Ποτειδάωνα καλιστρέων· ’ψευδοπάτωρ, ἴδε τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μέν σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτόν βλητὸν ὑπ' Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέϊξαν· νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται. ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτός βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι. χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη τετραπόδων· οὐδὲν γὰρ ἀπαρνήσαντο μάγειροι. ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν, καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίᾳ ἔτρεφε μάτηρ, καὶ τὸν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον, καὶ τὰν μάλουριν, τὰν ἔτρεμε θηρία μικκά.’ μέστα μὲν ἐν Τριόπαο δόμοις ἔτι χρήματα κεῖτο, μῶνον ἄρ' οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο. ἀλλ' ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν ὀδόντες, καὶ τόχ' ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός. Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής, εἴη μηδ' ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί. παρθενικαί, καὶ ἐπιφθέγξασθε, τεκοῖσαι· ’Δάματερ, μέγα χαῖρε, πολυτρόφε πουλυμέδιμνε.’ χὠς αἱ τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα ἡξεῖ καὶ φθινόπωρον, ἔτος δ' εἰς ἄλλο φυλαξεῖ. ὡς δ' ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες, ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί. ὡς δ' αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι, ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασεύμεσθα. μέστα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως, †τὰς δὲ τελεσφορίας† ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν, αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ βαρεῖαι, χἄτις Ἐλειθυίᾳ τείνει χέρα χἄτις ἐν ἄλγει, ὣς ἅλις, ὡς αὐταῖς ἰθαρὸν γόνυ· ταῖσι δὲ Δηώ δωσεῖ πάντ' ἐπίμεστα καὶ †ὡς ποτὶ ναὸν ἵκωνται. χαῖρε, θεά, καὶ τάνδε σάω πόλιν ἔν θ' ὁμονοίᾳ ἔν τ' εὐηπελίᾳ, φέρε δ' ἀγρόθι νόστιμα πάντα· φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν, φέρβε καὶ εἰράναν, ἵν' ὃς ἄροσε τῆνος ἀμάσῃ. ἵλαθί μοι, τρίλλιστε, μέγα κρείοισα θεάων.
…continua