Frammenti - Libro unico - Frammento 356

ἄγε δή, φέρ' ἡμίν, ὦ παῖ, κελέβην, ὅκως ἄμυστιν προτίω, τὰ μὲν δέκ' ἐγχέας ὕδατος, τὰ πέντε δ' οἴvου κυὰθους, ὡς ἀνυβρίστως ἀvὰ δηὗτε βασσαρήσω. ἄγε δηὖτε μηκέτ' οὕτω πατάγῳ τε κἀλαλητῷ Σκυθικὴv πόσιν παρ' οἴνῳ μελετῶμεν, ἀλλὰ καλοῖς ὑποπίvοvτες ἐv ὕμvοις.
…continua

Frammenti - Libro unico - Frammento 358

σφαίρῃ δηὖτε με πορφυρέῃ βάλλvν χρυσοκόμηω Ἔρvς νήνι ποικιλοσαμβάλῳ συμπαίζειν προκαλεῖται. ἡ δ', ἔστιν γὰρ ἀπ' εὐκτίτου Λέσβου, τὴν μὲν ἐμὴν κόμην, λευκὴ γάρ, καταμέμφεται, προς δ' ἄλλην τινὰ χάσκει.
…continua

Frammenti - Libro unico - Frammento 395

πολιοὶ μὲν ἡμὶν ἤδη κρόταφοι κάρη τε λευκόν, χαριεσσα δ' οὐκέτ' ἥβη πάρα, γηράλεοι δ' ὀδόντες, γλυκεροῦ δ' οὐκέτι πολλὸς βιότου χρόνος λέλειπται. διὰ ταῦτ' ἀνασταλύζω θαμὰ Τάρταρον δεδοικώς˙ Ἀιδεω γάρ ἐστι δεινὸς μυχός, ἀργαλέη δ' ἐς αὐτὸν κάτοδος˙ καὶ γὰρ ἑτοῖμον καταβάντι μὴ ἀναβῆναι.
…continua