Frammenti - Libro unico - Frammento 348
τόν κακοπάτριδα<ν>
Φιττακον πόλιος τἀς ἀχόλω καί βαρυδαίμονος
ἐστάσαντο τύραννον, μέγ᾽επαινεντες ἀολλέες.
…continua
Frammenti - Libro unico - Frammento 308
χαῖρε, Κυλλάνας ὀ μέδεις, σὲ γάρ μοι
θῦμος ὔμνην, τὸν κορύφαισιν †αὐγαῖς †
Μαῖα γέννατο Κρονίδαι μίγεισα
παμβασίληϊ
…continua
Frammenti - Libro unico - Frammento 38a
πῶνε[.......] Μελάνιππ' ἄμ' ἔμοι. τι[..].[
†ὄταμε[...]διννάεντ' Ἀχέροντα μεγ̣[
ζάβαι[ς ἀ]ελίω κόθαρον φάος [
ὄψεσθ', ἀλλ' ἄγι μὴ μεγάλων ἐπ[
καὶ γὰρ Σίσυφος Αἰολίδαις βασίλευς [
ἄνδρων πλεῖστα νοησάμενος [
ἀλλὰ καὶ πολύιδρις ἔων ὐπὰ κᾶρι [
δ̣ιννάεντ' Ἀχέροντ' ἐπέραισε, μ[
α]ὔτω<ι> μόχθον ἔχην Κρονίδαις βα̣[
]μ̣ελαίνας χθόνος. ἀλλ' ἄγ̣ι μὴ τα[
´̣].ταβάσομεν αἴ ποτα κἄλλοτα.[
..]ην ὄττινα τῶνδε πάθην τα[
......ἄνε]μος βορίαις ἐπι.[
…continua
Frammenti - Libro unico - Frammento 208a
ἀσυννέτημμι τὼν ἀνέμων στάσιν,
τὸ μὲν γὰρ ἔνθεν κῦμα κυλίνδεται,
τὸ δ' ἔνθεν, ἄμμες δ' ὂν τὸ μέσσον
νᾶϊ φορήμμεθα σὺν μελαίναι
χείμωνι μόχθεντες μεγάλωι μάλα·
πὲρ μὲν γὰρ ἄντλος ἰστοπέδαν ἔχει,
λαῖφος δὲ πὰν ζάδηλον ἤδη,
καὶ λάκιδες μέγαλαι κὰτ αὖτο,
χόλαισι δ' ἄγκυρραι
…continua
Frammenti - Libro unico - Frammento 45
Ἔβρε, κ[άλ]λιστος ποτάμων πὰρ Α̣[ἶνον
ἐξί[ησθ' ἐς] πορφυρίαν θάλασσαν
Θραικ[...ἐρ]ευγόμενος ζὰ γ̣αίας
..]ιππ[.].[..]ι̣·
καί σε πόλλαι παρθένικαι πέ.[
....]λων μήρων ἀπάλαισι χέρ[σι
....]α· θέλγονται το ο̣ν ὠς ἄλει[
θή[ϊο]ν ὔδωρ
…continua
Frammenti - Libro unico - Frammento 129
[ ].ρά.α τόδε Λέσβιοι
...]....εὔδειλον τέμενος μέγα
ξῦνον κά[τε]σσαν ἐν δὲ βώμοις
ἀθανάτων μακάρων ἔθηκαν
κἀπωνύμασσαν ἀντίαον Δία
σὲ δ' Αἰολήιαν [κ]υδαλίμαν θέον
πάντων γενέθλαν, τὸν δὲ τέρτον
τόνδε κεμήλιον ὠνύμασς[α]ν
Ζόννυσσον ὠμήσταν. ἄ[γι]τ̣' εὔνοον
θῦμον σκέθοντες ἀμμετέρα[ς] ἄρας
ἀκούσατ', ἐκ δὲ τῶν̣[δ]ε̣ μ̣ό̣χ̣θ̣ων
ἀργαλέας τε φύγας ῤ[ύεσθε·
τὸν Uρραον δὲ πα[ῖδ]α πεδελθέ̣τ̣ω̣
κήνων Ἐ[ρίννυ]ς ὤς ποτ' ἀπώμνυμεν
τόμοντες ἄ..[ ´̣.]ν̣..
μηδάμα μηδ' ἔνα τὼν ἐταίρων
ἀλλ' ἢ θάνοντες γᾶν ἐπιέμμενοι
κείσεσθ' ὐπ' ἄνδρων οἲ τότ' ἐπικ.´̣η̣ν
ἤπειτα κακκτάνοντες αὔτοις
δᾶμον ὐπὲξ ἀχέων ῤύεσθαι.
κήνων ὀ φύσγων οὐ διελέξατο
πρὸς θῦμον ἀλλὰ βραϊδίως πόσιν
ἔ]μβαις ἐπ' ὀρκίοισι δάπτει
τὰν πόλιν ἄμμι δέ̣δ̣[.]..[.].ί.αις
οὐ κὰν νόμον [.]ον̣..[ ]´̣[]
γλαύκας ἀ[.]..[.]..[
γεγρά.[
Μύρσιλ̣[ο
…continua
Frammenti - Libro unico - Frammento 130b
ἀγνοι̣σ̣..σ̣βιότοις..ις ὀ τάλαις ἔγω
ζώω μοῖραν ἔχων ἀγροϊωτίκαν
ἰμέρρων ἀγόρας ἄκουσαι
καρ̣υ̣[ζο]μένας ὦγεσιλαΐδα
καὶ β̣[ό]λ̣λ̣ας· τὰ πάτηρ καὶ πάτερος πάτηρ
κα..[.].ηρας ἔχοντες πεδὰ τωνδέων
τὼν [ἀ]λλαλοκάκων πολίτ̣αν
ἔ.[..ἀ]πὺ τούτων ἀπελήλαμαι
φεύγων ἐσχατίαισ', ὠς δ' Ὀνυμακλέης
ἔ̣ν̣θα[δ'] ο̣ἶος ἐοίκησα λυκαιμίαις
.[ ]ον [π]ό̣λεμον· στάσιν γὰρ
πρὸς κρ.[....].οὐκ ἄμεινον ὀννέλην·
.].[...].[..]. μακάρων ἐς τέμ[ε]νος θέων
ἐοι̣[.....].ε̣[.]αίνας ἐπίβαις χθόνος
χλι.[.].[.].[.]ν̣ συνόδοισί μ' αὔταις
οἴκημ<μ>ι κ[ά]κων ἔκτος ἔχων πόδας,
ὄππαι Λ[εσβί]αδες κριννόμεναι φύαν
πώλεντ' ἐλκεσίπεπλοι, περὶ δὲ βρέμει
ἄχω θεσπεσία γυναίκων
ἴρα[ς ὀ]λολύγας ἐνιαυσίας
[ ].[´̣].[.].ἀπ̣ὺ πόλλ̣ω̣ν .ότα δὴ θέοι
[ ].[ ´]σ̣κ̣...ν Ὀλ̣ύ̣μ̣πιοι
[ ]......
. . .
.ν̣α̣[ ]...μεν.
…continua
Frammenti - Libro unico - Frammento 140
μαρμ⌊αίρει δὲ⌋ μέγας δόμος
χάλκωι, π⌊αῖσα δ' †ἄ⌋ρηι κεκόσμηται στέγα
λάμ⌊πραισιν⌋ κυνίαισι, κὰτ
τᾶν λεῦ⌊κοι κατέπ⌋ερθεν ἴππιοι λόφοι
νε⌊ύοισιν, κεφ⌋άλαισιν ἄνδρων ἀγά⌊λματα· χ⌋ά⌊λκ⌋ι⌊αι⌋ δὲ πασσάλοις
κρύ⌊πτοισιν⌋ π⌊ερικεί⌋μεναι
λάμπραι κνάμιδ⌊ες, ἄρκ⌋ος ἰσχύρω βέλεος,
θόρρακές τε νέω λίνω
κόιλαί τε κὰτ ἄσπιδες βεβλήμεναι·
πὰρ δὲ Χαλκίδικαι σπάθαι, πὰρ δὲ ζώματα πόλλα καὶ κυπάσσιδες.
τῶν οὐκ ἔστι λάθεσθ' ἐπεὶ
δὴ πρώτισθ' ὑπὸ ἔργον ἔσταμεν τόδε.
…continua
Frammenti - Libro unico - Frammento 332
νῦν χρῆ μεθύσθην καί τινα πὲρ βίαν
πώνην, ἐπεὶ δὴ κάτθανε Μύρσιλος.
…continua
Frammenti - Libro unico - Frammento 333
οἶνος γὰρ ἀνθρώπω δίοπτρον
…continua
Frammenti - Libro unico - Frammento 335
οὐ χρῆ κάκοισι θῦμον ἐπιτρέπην,
προκόψομεν γὰρ οὐδὲν ἀσάμενοι,
ὦ Βύκχι, φαρμάκων δ' ἄριστον
οἶνον ἐνεικαμένοις μεθύσθην.
…continua
Frammenti - Libro unico - Frammento 338
ὔει μὲν ὀ Ζεῦς, ἐκ δ' ὀράνω μέγας
χείμων, πεπάγαισιν δ' ὐδάτων ῤόαι ...
< ἔνθεν >
< >
κάββαλλε τὸν χείμων', ἐπὶ μὲν τίθεις
πῦρ ἐν δὲ κέρναις οἶνον ἀφειδέως
μέλιχρον, αὐτὰρ ἀμφὶ κόρσαι
μόλθακον ἀμφι< > γνόφαλλον
…continua
Frammenti - Libro unico - Frammento 346
πώνωμεν· τί τὰ λύχν' ὀμμένομεν; δάκτυλος ἀμέρα·
κὰδ †δ' ἄερρε κυλίχναις μεγάλαις †αιταποικιλλις†·
οἶνον γὰρ Σεμέλας καὶ Δίος υἶος λαθικάδεον
ἀνθρώποισιν ἔδωκ'. ἔγχεε κέρναις ἔνα καὶ δύο
πλήαις κὰκ κεφάλας, <ἀ> δ' ἀτέρα τὰν ἀτέραν κύλιξ
ὠθήτω
…continua
Frammenti - Libro unico - Frammento 347
τέγγε πλεύμονας οἴνωι, τὸ γὰρ ἄστρον περιτέλλεται,
ἀ δ' ὤρα χαλέπα, πάντα δὲ δίψαισ' ὐπὰ καύματος,
ἄχει δ' ἐκ πετάλων ἄδεα τέττιξ ...
ἄνθει δὲ σκόλυμος, νῦν δὲ γύναικες μιαρώταται
λέπτοι δ' ἄνδρες, ἐπεὶ < > κεφάλαν καὶ γόνα Σείριος
ἄσδει
…continua