• Greco
  • PER ACQUISTARE APPETITO VERSIONE GRECO AIUTOOOOO

    closed post
carmydiko
carmydiko - Erectus - 62 Punti
Salva
Ciao a tutti mi potreste aiutare con questa versione... è una versione di greco, autore sconosciuto, intitolata PER ACQUISTARE APPETITO
Ό Κῦρος λέγεται Λυσάνδρῳ τὸν ἐν Σάρδεσι παράδεισον ἐπιδεῖξαι. Ἐπεὶ δὲ ἐθαύμαζεν αὐτὸν ὁ Λύσανδρος, ὡς καλὰ μὲν τὰ δένδρα εἴη, ὀρθοὶ δὲ οἱ στίχοι τῶν δένδρων, εὐγώνια δὲ πάντα καλῶς, ὀσμαὶ δὲ πολλαὶ καὶ ἡδεῖαι συμπαρομαρτοῖεν αὐτοῖς περιπατοῦσιν· " Ἀλλ' ἐγώ, ὦ Κῦρε, πάντα μὲν ταῦτα" ἔφη "θαυμάζω ἐπί τῷ κάλλει, πολύ δὲ μᾶλλον θαυμάζω τὸν καταμετρήσαντά σοι καὶ νείμαντα ἕκαστα τούτων". Ἀκούσας δὲ ταῦτα ὁ Κῦρος ἔλεξε· "Ταῦτα τοίνυν, ὦ Λύσανδρε, ἐγώ πάντα καὶ διεμέτρησα καὶ ἔνειμα καὶ αὐτῶν πολλὰ ἔσπειρα αὐτός ". Καὶ ὁ Λύσανδρος ἀποβλέψας εἰς αὐτὸν καὶ εἰς τὸ κάλλος τῶν ἱματίων ὧν εἶχε·" Τί λέγεις, ὦ Κῦρε; ἦ γὰρ σύ ταῖς σαῖς χερσί τούτων τι ἐφύτευσας;" Καὶ ὁ Κῦρος·" Λέγω, ὅτανπερ ὑγιαίνω, μήποτε δειπνῆσαι πρὶν ἱδρῶσαι ἢ τῶν πολεμικῶν τι ἢ τῶν γεωργικῶν ἔργων μελετῶν".
Ecco il testo... Cortesemente aiutatemi...
GRAZIE MILLE IN ANTICIPO
Questo topic è bloccato, non sono ammesse altre risposte.
Come guadagno Punti nel Forum? Leggi la guida completa
Registrati via email