• Greco
  • Inno ad Artemide, Callimaco

    closed post best answer
MatildElisa
MatildElisa - Ominide - 1 Punti
Salva

Inno ad Artemide, Callimaco.

Ciao, avrei bisogno del testo originale in greco dell'inno di Artemide di Callimaco... è davvero urgente, qualcuno può aiutarmi? Grazie!

Tony83
Tony83 - Mito - 30579 Punti
Salva

εἰς Ἄρτεμιν

Ἄρτεμιν ῾οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαἰ
ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονται
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
ἄρχμενοι, 1 ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
5παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα
‘δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν,
καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ.
δὸς δ᾽ ἰοὺς καὶ τόξα—ἔα, πάτερ, οὔ σε Φαρέτρην
οὐδ᾽ αἰτέω μέγα τόξον: ἐμοὶ Κύκλωπες ὀιστοὺς
10αὐτίκα τεχνήσονται, ἐμοὶ δ᾽ εὐκαμπὲς ἄεμμα:
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
ζώννυσθαι λεγνωτόν, ἵν᾽ ἄγρια θηρία καίνω.
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
15δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
αἵ τέ μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας
μήτ᾽ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,
δὸς δέ μοι οὔρεα πάντα: πόλιν δέ μοι ἥντινα νεῖμον
ἥντινα λῇς: σπαρνὸν γὰρ ὅτ᾽ Ἄρτεμις ἄστυ κάτεισιν: [p. 62]
20οὔρεσιν οἰκήσω, πόλεσιν δ᾽ ἐπιμείξομαι ἀνδρῶν
μοῦνον ὅτ᾽ ἐξείῃσιν ὑπ᾽ ὠδίνεσσι γυναῖκες
τειρόμεναι καλέουσι βοηθόον, ᾗσί με Μοῖραι
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
25μήτηρ, ἀλλ᾽ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.’
ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς
ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανὐσσατο χεῖρας,
μέχρις ἵνα ψαύσειε. πατὴρ δ᾽ ἐπένευσε γελάσσας,
φῆ δὲ καταρρέζων ‘ὅτε μοι τοιαῦτα θέαιναι
30τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
χωομένης ἀλέγοιμι. φέρευ, τέκος, ὅσσ᾽ ἐθελημὸς
αἰτίζεις, καὶ δ᾽ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
35εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι:
πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαι
μεσσόγεως νήσους τε: καὶ ἐν πάσῃσιν ἔσονται
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
ἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος.’ ὣς ὁ μὲν εἰπὼν
40μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη
λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕλῃ:
ἔνθεν ἐπ᾽ Ὠκεανόν: πολέας δ᾽ ἐπελέξατο νύμφας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
45οὕνεκα θυγατέρας Λητωίδι πέμπον 2 ἀμορβούς. [p. 64]
αὖθι δὲ Κύκλωπας μετεκίαθε: τοὺς μὲν ἔτετμε
νήσῳ ἐνὶ Λιπάρῃ Λ̔ιπάρη νέον, ἀλλὰ τότ᾽ ἔσκεν
οὔνομά οἱ Μελιγουνίσ᾽ ἐπ᾽ ἄκμοσιν Ἡφαίστοιο
ἑσταότας περὶ μύδρον: ἐπείγετο γὰρ μέγα ἔργον:
50ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
αἱ νύμφαι δ᾽ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
πρηόσιν Ὀσσαίοισιν 3 ἐοικότα, πᾶσι δ᾽ ὑπ᾽ ὀφρὺν
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳ
δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν
55ἄκμονος ἠχήσαντος ἐπὶ 4 μέγα πουλύ τ᾽ ἄημα
φυσάων αὐτῶν τε βαρὺν στόνον: αὖε γὰρ Αἴτνη,
αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων
Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,
εὖθ᾽ οἵ γε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
60ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον
ἀμβολαδὶς τετυπόντες ἐπὶ 5 μέγα μοχθήσειαν.
τῶ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
οὔτ᾽ ἄωτην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
οὐ νέμεσις: κείνους γε 6 καὶ αἱ μάλα μηκέτι τυτθαὶ
65οὐδέποτ᾽ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
ἀλλ᾽ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
μήτηρ μὲν Κύκλωπας ἑῇ ἐπὶ παιδὶ καλιστρεῖ,
Ἄργην ἢ Στερόπην: ὁ δὲ δώματος ἐκ μυχάτοιο
ἔρχεται Ἑρμείης σποδιῇ κεχρημένος 7 αἰθῇ: [p. 66]
70αὐτίκα τὴν κούρην μορμύσσεται, ἡ δὲ τεκούσης
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
κοῦρα, σὺ δὲ προτέπω περ, ἔτι τριέτηρος ἐοῦσα,
εὖτ᾽ ἔμολεν Λητώ σε μετ᾽ ἀγκαλίδεσσι φέρουσα,
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
75Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
ὤλοψας δὲ βίηφι: τὸ δ᾽ ἄτριχον εἰσέτι καὶ νῦν
μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσην 8
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ᾽ ἀλώπηξ.
80τῶ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος
‘Κύκλωπες, κἠμοί 9 τι Κυδώνιον εἰ δ᾽ ἄγε τόξον
ἠδ᾽ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
τεύξατε: καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
αἰ δέ κ᾽ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον
85θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν.’
ἔννεπες: οἱ δ᾽ ἐτέλεσσαν: ἄφαρ δ᾽ ὡπλίσσαο, δαῖμον,
αἶψα δ᾽ ἐπὶ σκύλακας πάλιν ἤιες: ἵκεο δ᾽ αὖλιν
Ἀρκαδικὴν ἔπι Πανός. ὁ δὲ κρέα λυγκὸς ἔταμνε
Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.
90τὶν δ᾽ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγοὺς [p. 68]
τρεῖς δὲ παρουαίους 10 ἕνα δ᾽ αἰόλον, οἵ ῥα λέοντας
αὐτοὺς αὖ ἐρύοντες, ὅτε δράξαιντο δεράων,
εἷλκον 11 ἔτι ζώοντας ἐπ᾽ αὐλίον, ἑπτὰ δ᾽ ἔδωκε
θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι
95ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν,
καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαὶ
σημῆναι, καὶ ζορκὸς ἐπ᾽ ἴχνιον ἡγήσασθαι.
ἔνθεν ἀπερχομένη ῾μετὰ καὶ κύνες ἐσσεύοντὀ
εὗρες ἐτί προμολῇσ᾽ ὄρεος τοῦ Παρρασίοιο
100σκαιρούσας ἐλάφους, μέγα τι χρέος: αἱ μὲν ἑπ᾽ ὄχθῃς
αἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου,
μάσσονες ἢ ταῦροι, κεράων δ᾽ ἀπελάμπετο χρυσός:
ἐξαπίνης δ᾽ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες
‘τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.’
105πέντ᾽ ἔσαν αἱ πᾶσαι: πίσυρας δ᾽ ἕλες ὦκα θέουσα
νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.
τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν
Ἡρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆι
ὕστερον 12 ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.

110Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι
ἔντεα καὶ ζώνη, χρύσεον δ᾽ ἐζεύξαο δίφρον, [p. 70]
ἐν δ᾽ ἐβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά.
ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατ᾽ ἀείρειν;
Αἵμῳ ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
115ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.
ποῦ δ᾽ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
Μυσῷ ἐν Οὐλύμπῳ, φάεος δ᾽ ἐνέηκας ἀυτμὴν
ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
ποσσάκι δ᾽ ἀργυρέοιο, θεή, πειρήσαο τόξου;
120πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,
τὸ τρίτον αὖτ᾽ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτ᾽ ἐπὶ δὴν 13
ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας
οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλά τέλεσκον,
σχέτλιοι: οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν:
125κτήνεά φιν λοιμὸς 14 καταβόσκεται, ἔργα δὲ πάχνη,
κείρονται δὲ γέροντες ἐφ᾽ υἱάσιν, αἱ δὲ γυναῖκες
ἢ βληταὶ θνῄσκουσι λεχωίδες ἠὲ φυγοῦσαι
τίκτουσιν τῶν 15 οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
οἷς 16 δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,
130κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη
τετραπόδων, εὖ δ᾽ ὄλβος ἀέξεται: οὐδ᾽ ἐπὶ σῆμα
ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν:
οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ
οἴκους ἑστηῶτας ἐσίνατο: ταὶ δὲ θυωρὸν
135εἰνάτερες γαλόῳ τε μίαν περὶ δίφρα τίθενται.
πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,
εἴην δ᾽ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή: [p. 72]
τῇ ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,
ἐν δὲ καὶ Ἀπόλλων, ἐν δ᾽ οἵ σεο πάντες ἄεθλοι,
140ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα
θηητὴν φορέουσιν, ὅτ᾽ ἐς Διὸς οἶκον ἐλαύνεις.
ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῇσι δέχονται
ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων
θηρίον ὅττι φέρῃσθα: πάροιθέ γέ, 17 πρίν περ ἱκέσθαι
145καρτερὸν Ἀλκεΐδην: νῦν δ᾽ οὐκέτι τοῦτον ἄεθλον
Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα
νεῖαι πῖον ἔδεσμα: θεοὶ δ᾽ ἐπὶ πάντες ἐκείνῳ
ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,
150ταῦρον ὅτ᾽ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε 18 χλούνην
κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα:
κερδαλέῳ μύθῳ σε, θεή, μάλα τῷδε πινύσκει
‘βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθὸν
ὡς ἐμὲ κικλήσκωσιν. 19 ἔα πρόκας ἠδὲ λαγωοὺς
155οὔρεα βόσκεσθαι: τί δέ κεν 20 πρόκες ἠδὲ λαγωοὶ
ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
καὶ βόες ἀνθρώποισι κακὸν μέγα: βάλλ᾽ ἐπὶ καὶ τούς.’
ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
οὐ γὰρ ὅ γε Φρυγίῃ περ ὑπὸ δρυὶ γυῖα θεωθεὶς [p. 74]
160παύσατ᾽ ἀδηφαγίης: ἔτι οἱ πάρα νηδὺς ἐκείνη,
τῇ ποτ᾽ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
σοὶ δ᾽ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι
Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
165ὠκύθοον 21 τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδονσιν:
ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
ὕδατος, ὄφρ᾽ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
αὐτὴ δ᾽ ἐς πατρὸς δόμον ἔρχεαι: οἱ δέ σ᾽ ἐφ᾽ ἕδρην
πάντες ὁμῶς καλέουσι: σὺ δ᾽ Ἀπόλλωνι παρίζεις.
170ἡνίκα δ᾽ αἱ νύμφαι σε χορῷ ἔνι κυκλώσονται
ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο
ἢ Πιτάνης ῾καὶ γὰρ Πιτάνη σέθεν᾽ ἢ ἐνὶ Λίμναις,
ἢ ἵνα, δαῖμον, Ἀλὰς Ἀραφηνίδας οἰκήσονσα
ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δ᾽ εἴπαο τέθμια Ταύρων,
175μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ
τετράγυον τέμνοιεν ὑπ᾽ ἀλλοτρίῳ ἀροτῆρι:
ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι [p. 76]
κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν
εἰναετιζόμεναι κεραελκέες, αἳ μέγ᾽ ἄρισται
180τέμνειν ὦλκα βαθεῖαν: ἐπεὶ θεὸς οὔποτ᾽ ἐκεῖνον
ἦλθε παρ᾽ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται
δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.
τίς δέ νύ τοι νήσων, ποῖον δ᾽ ὄρος εὔαδε πλεῖστον,
τίς δὲ λιμήν, ποίη δὲ πόλις ; τίνα δ᾽ ἔξοχα νυμφέων
185φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας ;
εἰπέ, θεή, σὺ μὲν ἄμμιν, ἐγὼ δ᾽ ἑτέροισιν ἀείσω.
νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,
Τηύγετον δ᾽ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.
ἔξοχα δ᾽ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
190ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον: ἧς ποτε Μίνως
πτοιηθεὶς ὑπ᾽ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
ἡ δ᾽ ὁτὲ μὲν λασίῃσιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,
ἄλλοτε δ᾽ εἱαμενῇσιν: ὁ δ᾽ ἐννέα μῆνας ἐφοίτα
παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,
195μέσφ᾽ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον
πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
δίκτυα, τά σφ᾽ ἐσάωσαν: ὅθεν μετέπειτα Κύδωνες
νύμφην μὲν Δίκτυναν, ὄρος δ᾽ ὅθεν ἥλατο νύμφη
Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμοὺς
200ἱερά τε ῥέζουσι: τὸ δὲ στέφος ἤματι κείνῳ
ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι: [p. 78]
δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
τῆς κούρης, ὅτ᾽ ἔφευγεν: ὅθεν μέγα χώσατο μύρτῳ.
Οὖπι ἄνασσ᾽ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνγς
205Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.
καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῇ ποτ᾽ ἔδωκας
αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη
Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορ᾽ ἀέθλου.
καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο,
210πότνια, σὴν ὁμόθηρον ἐθήκαο: καὶ δὲ σὲ φασὶ
καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι
αἳ πρῶται θοὰ τόξα καὶ ἀμφ᾽ ὤμοισι φαρέτρας
ἰοδόκους ἐφόρησαν: ἀσίλλωτοι δέ φιν ὦμοι
δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.
215ᾔνησας δ᾽ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,
κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,
καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.
οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
μέμφονται κάπροιο: τὰ γὰρ σημήια νίκης
220Ἀρκαδίην εἰσῆλθεν, ἔχει δ᾽ ἔτι θηρὸς ὀδόντας:
οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
οὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι
τοξότιν: οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
τάων Μαιναλίη νᾶεν φόνῳ ἀκρώρεια.
225πότνια πουλυμέλαθρε, πολύπτολι, χαῖρε Χιτώνη
Μιλήτῳ ἐπίδημε: σὲ γὰρ ποιήσατο Νηλεὺς [p. 80]
ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.
Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δ᾽ Ἀγαμέμνων
πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῷ
230μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας,
Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν
ἔπλεον ἀμφ᾽ Ἑλένῃ Ῥαμνουσίδι θυμωθεῖσαι.
ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,
ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας
235οὔρεα πλαζομένας Ἀζήνια, 22 τὸν δ᾽ ἐνὶ Λούσοις
ἡμέρῃ, οὕνεκα θυμὸν ἀπ᾽ ἄγριον εἵλεο παίδων.
σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι
ἔν ποτε παρραλίῃ Ἐφέσῳ βρέτας ἱδρύσαντο
φηγῷ ὑπὸ πρέμεῳ, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ:
240αὐταὶ δ᾽, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο
πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλῳ
στησάμεναι χορὸν εὐρύν: ὑπήεισαν δὲ λίγειαι
λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν 23 ὁμαρτῇ:
οὐ γάρ πω νέβρεια δι᾽ ὀστέα τετρήναντο,
245ἔργον᾽ Ἀθηναίης ἐλάφῳ κακόν: ἔδραμε δ᾽ ἠχὼ
Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἱ δὲ πόδεσσιν
οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι. [p. 82]
κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον
δωμήθη, τοῦ δ᾽ οὔτε θεώτερον ὄψεται ἠὼς
250οὐδ᾽ ἀφνειότερον: ῥέα κεν Πυθῶνα παρέλθοι.
τῶ ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε
Λύγδαμις ὑβριστής: ἐπὶ δὲ στρατὸν ἱππημολγῶν
ἤγαγε 24 Κιμμερίων ψαμάθῳ ἴσον, οἵ ῥα παρ᾽ αὐτὸν
κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.
255ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν: οὐ γὰρ ἔμελλεν
οὔτ᾽ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος
ὅσσων ἐν λειμῶνι Καϋστρίῳ ἔσταν ἅμαξαι
νοστήσειν: Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.
πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη.
260μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν: οὐδὲ γὰρ Οἰνεῖ
βωμὸν ἀτιμήσαντι 25 καλοὶ πόλιν ἦλθον ἀγῶνες:
μηδ᾽ ἐλαφηβολίην μηδ᾽ εὐστοχίην ἐριδαίνειν:
οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἔπι κόμπασε μισθῷ:
μηδέ τινα μνᾶσθαι τὴν παρθένον: οὐδὲ γὰρ Ὦτος,
265οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν:
μηδὲ χορὸν φεύγειν ἐνιαύσιον: οὐδὲ γὰρ Ἱππὼ
ἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι:
χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῇ

Questo topic è bloccato, non sono ammesse altre risposte.
Come guadagno Punti nel Forum? Leggi la guida completa
In evidenza
Classifica Mensile
Vincitori di agosto
Vincitori di agosto

Come partecipare? | Classifica Community

Community Live

Partecipa alla Community e scala la classifica

Vai al Forum | Invia appunti | Vai alla classifica

Ithaca

Ithaca Blogger 9846 Punti

VIP
Registrati via email